Occurrence 25552
(formerly occ/9582)

+ χ(ριστο)ῦ θαύματα· παρὰ ματθαίω ἰωάννη τὲ (καὶ) λουκᾶ (καὶ) μάρκω· οὐ μ(ὴν)· ἀλλὰ (καὶ) παραβολαὶ διαφόρ(ως)· ἐν οἷς δι' | ἰάμβων καὶ ἐπῶν: +
 
Ματθείης βίβλοιο τὰ θαύματα· ὁππόσ’ ἔρεξε
χ(ριστὸ)ς ἄναξ· βροτέῳ σώματι κιρνάμενος·
πρῶτ(ον) μ(ὲν) λεπροῖο πικρὴν ἀπεσείσατο νοῦσον·
εἶθ’ ἑκατοντάρχου παιδὸ(ς) ἔπηξε μέλη·
τὸ τρίτον αὖ πέτρου ἑκυρῆς φλόγα ἔσβεσε χειρί.
τέτρατ(ον) οἶδμα μέγα ηὔνασε (καὶ) ἀνέμους·
δαίμονας ἧκε σύεσσι τὸ πέμπτ(ον) ἐν γεργεσσηνοῖς:
ἕκτον ἑὴν κλίνην ἧρε βαρὺς μέλεσιν:
ἕβδομον ἁψαμένης πηγὴν σχέθ(εν) αἱμοροούσ(ης):
ἄρχοντο(ς) θυγάτηρ ὄγδοον εὗρε φάος:
εἴνατ(ον) αὖ τυφλοῖσι πόρε φάος· ἐκ δ’ ἐλαθέντο(ς) ||
δαίμονος, οὐ λαλέων ῥῆξε λόγον, δέκατος:
σαββάτῳ ἑνδέκατον ξηρὴν χέρα λύσατο δεσμ(ῶν):
ὄσσε δὲ δαιμονίου κ’ οὔατα δωδέκατον:
ἐκ δεκάτοιο τρίτ(ον), κοφίνους δυοκαίδεκα πλῆσε:
κἀνδρῶν χιλιάδ(ας) πέντ’ ἀπὸ πέντ’ ἀκόλων:
τέτρατον ἐκ δεκάτου δ' ἐκιχήσατο νῆα πόδεσσι·
τοῖς δ’ ὑπόειξε μέγ(ας) πόντο(ς) ὀρινόμενος.
πέντε δὲ (καὶ) δέκατ(ον), χαναναί(ας) πνεῦμ’ ἐδίωξε·
μητρὶ χαριζόμενος πολλὰ λιταζομένῃ·
ἕκτον καὶ δέκατ(ον), σπυρίδας λίπον ἕπτ’ ἀπὸ ἑπτά
ἄρτων χιλιάδες τέσσαρες. ἧν τε κόρος.
Ἑπτα κ(αι) δέκατ(ον), θείην ἠλλάξατο μορφήν· ||
στράψας οἷσι φίλοις ἠελίοιο πλέον·
ὀκτωκαιδέκατ(ον) δὲ, σεληναίης ἀπὸ νούσου
ὡς ἱκέτευσε πατὴρ, λύσατο παῖδα φίλον.
ἐννεακαιδέκατον, φάος ὄμμασιν ἐξ ἱεριχ(οῦς)
τυφλοῖς εἰνοδίοις δῶκε πορευόμενος·
εἰκοστόν δ’ αὐγὰς πόρεν ὄμμασι· πηρά τ’ ἔλυσε
γούνατα· ἐξ ἱεροῦ λύματα πάντ’ ἐλάσ(ας)·
θαῦμα δὲ βηθανίηθ(εν) ἰὼν, ποίησε μέγιστον·
ξηρὴν αἶψα συκῆν· ὥς μιν ἄκαρπον ἴδεν·
ἐκ δ’ ἐχύθη σταυροῖο βαθὺ σκότο(ς), οἰχομένοιο
φωτὸ(ς)· κ(αὶ) νηοῦ εὐρὺ πέτασμα ῥάγη.
γαῖα δὲ παλλομένη γαίης ὕπερ, ἔσχισε πέτρ(ας)·
(καὶ) νέκυες τύμβους λεῖψαν ἀνεγρόμενοι·
αὐτὰρ ὅγε τριτάτῳ ἐνὶ ἤματι τύμβον ἀνοίξ(ας),
αὗθις ἑοῖσι φίλοις ἐν γαλιλαία φάνη:- +
Type(s) [6796] Ματθείης βίβλοιο τὰ θαύματα, ὁππόσ’ ἔρεξε (38 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript ANN ARBOR - University of Michigan Library 24 [1291-1325]
Place in Manuscript f. 4v-5v
Contextual information The epigram, along with other poems, precedes the Gospel of Matthew.
Metre(s) Elegiacs
Genre(s) Text-related epigram
Subject(s)
Comment Each line of the poem, as for the first 19 verses, is preceded by a paraphrase in prose, written in red ink.
Image source(s) http://www.csntm.org/Manuscript/View/GA_536
Bibliography
Number of verses 38
Acknowledgements
  • Information on the occurrence courtesy of Georgi Parpulov.
  • Inspection of the manuscript image was possible by courtesy of the 'Center for the Study of New Testament Manuscripts'.


Creator(s)
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/25552
Last modified: 2021-03-09.