Occurrence 25548
(formerly occ/9577)
+ τοῦ ἐν ἁγί(οις) π(ατ)ρ(ὸ)ς ἡμ(ῶν) γρηγορίου ἀρχιεπισκόπ(ου) κωνσταντινουπ(ό)λ(εω)ς | τοῦ θεολόγου· διὰ στίχων ἡρωϊκ(ῶν). πε(ρὶ) γενεαλογί(ας) χ(ριστο)ῦ:· | |
Ματθαῖος πόθ(εν) εἰπε μέγ(ας) λουκ(ᾶς) τε φέριστο(ς)· | |
τ(ὴν) μ(ὲν), ὅγ’ αὐτὰρ ὃ τήνδε βίβλοις ἐνέθηκε γενέθλην· | |
αἷς χ(ριστὸ)ν κατάγουσιν ἀφ’ αἵματο(ς) ἀρχεγόνοιο· | |
πῶς δ’ ὁ μ(ὲν), ἐν πλεόνεσσιν· ὅδ’ ἐν παύροισ(ιν) ἔληξ(εν)· | |
εἰς δαυῒδ μ(ὲν) ἄνακτα γένους ῥόος ἀμφοτέροισ(ιν): | |
ἄτμητο(ς)· μετέπειτα ῥέει δίχα. ὑστάτιον δέ, | |
συμφύρεθ’ ὡς ἐπὶ πόντον ἀπείρονα χ(ριστὸ)ν ὁδεύων. | |
ὦδέ κεν ἀθρήσειας, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ· | |
δαυίδαι, σολομῶν τε νάθαν τ’ ἔσαν· ὧν ὁ μ(ὲν), εἷλκ(εν)· | |
ὥς τε ῥόον μεγάλου ποταμοῦ βασιλήϊον αἷμα· | |
αὐτὰρ ὅγ’ εὐαγέων τε φαεινοτάτων θ’ ἱερήων· | |
χ(ριστὸ)ς δ’ ἀμφότερ’ ἔσκεν ἄναξ μέγ(ας)· ἀρχιερεύς τε· | |
τοὔνεκα ματθαῖος μ(ὲν). ἐγράψατο πν(εύματ)ι θείω. | |
τοὺς σολομωντιάδας· λουκᾶς δ’ ἐς νάθαν ὄρουσ(εν)· | |
ἐκ (δὲ) δύω γενεῶν· τῆς μ(ὲν), πλέον· ἐξ ἑτέρης δέ· | |
παυρότερον τὸ ῥέεθρον ἐπελθέμ(εν) οὐ μέγα θαῦμα· || | |
οὐ μ(ὲν) παυρότερον γενεῶν δ’ οὐκ ἴσον ἀριθμόν. | |
ὧδε τα πρῶτα κέασθ(εν)· ἔπειτα δὲ, εἰς ἓν ἄγερθ(εν)· | |
φράζε δὲ καὶ τόδε μοι πατέρων δύο πῶς ποτ’ ἰωσήφ. | |
τέθμιον ἦν μωσῆος. ἐπὴν ἄσπερμος ὄληται | |
ἑβραῖος· κάσιν ἤ τιν’ ὀλωλότος ἤ τινα πηῶν | |
ἐγγύθεν αἶψα δάμαρτα φίλην (καὶ) κτῆσιν ἔχοντα, | |
σπερμαίνειν φθιμένω τε γόνον (καὶ) οἶκον ἀέξειν· | |
ὄφρα κε μὴ νώνυμος ἐν ἀνθρώποισιν ὄληται· | |
τοὔνεκα μικρὸν ὕπερθε θ(εο)ῦ βροτέου τόδ’ ἀνεῦρ(ον). | |
ματθὰν ἐκ σολομῶνος ἄγων γένος ἠγάγετ’ ἐσθλ(άν)· | |
τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο, ναθείδης οὔνομα μελχεί, | |
(καὶ) τῷ μ(ὲν) ἰακώβ· τῶ δ’ ἠλεὶ γείνατο παῖδας. | |
ἠλεὶ (δὲ) φθιμένοιο ἐπεὶ γόνον οὔτιν’ ἔλειπεν· | |
αἶψα δόμον τε λέχος τε ιακὼβ οὐχ ὁμόπατρος | |
δέξατο· (καὶ) τέκεν υἱὸν ἀδελφεῷ ἐσθλὸν ἰωσήφ· | |
οὕτω τοῦ μ(ὲν), ἔην· τῷ δ’ ἔγραφε θεσμὸς ἰωσήφ· | |
εὐαγγελιστῶν δ’ ὃς μ(ὲν), εἶπε τὴν φύσιν, || | |
ματθαῖος· ὃς δ’ ἔγραψε λουκᾶς τὸν νόμον· | |
παῦσαι διοχλῶν τὴν καλὴν συμφωνίαν· | |
πῶς δαυῒδ ἐς ἄνακτα φέρει· θ(εὸ)ς εὖτε φαάνθη | |
μητέρος ἐκ βροτέης θ(εὸ)ς ἄμβροτο(ς)· ἐκ μ(ὲν) ἰωσηφ | |
πῶς ὅγε παρθενικῆς γ(ὰρ) ἔην πάϊς· ἐκ μαρί(ας) (δὲ) | |
λευίδης· μαριὰμ γ(ὰρ) ἀφ’ αἵματο(ς) ἦεν ἀαρών. | |
μάρτυς δ’ ἄγγελος ἄμμιν· ἐπεὶ Προδρόμοιο γενέθλ(ην) | |
ἀγγέλλων μεγάλοιο φάους θεοειδέϊ μητρί, | |
μητέρας ἀμφοτέρ(ας) ὅγ’ ἀνήγαγεν ἐς μέγαν ἀαρών. | |
φρῆτραι δ’ αὖ βασιλῆος ἀμιγέες ἡ δ’ ἱερήων, | |
οὐχ' ἕτοιμον. Φρῆτραι μ(ὲν) ἔσαν δίχα, πολλάκι δ’ αὖτε | |
μίγνυντο· πρόσθε μ(ὲν) ἀρὼν μεγάλοιο θύγατρα | |
ἠγάγετ’ ἐς μέγα δῶμα ναασσὼν· ὅς δ’ ἀπ’ ἰούδα | |
ἕκτος ἔην· μετέπειτα δὲ ἐπεὶ πόλ(ιν) ὤλεσ(εν) αἰχμή | |
ἀσσυρίων· βαβυλών τε τὰ τέθμια πάντα τίναξεν, | |
οὐ(δὲ) φυλῶν τῆμος δὲ διακριδὸν αἷμα φυλάχθη· | |
οὕτω μ(ὲν) διὰ μητρὸ(ς) ἀνέρχετ(αι) εἰς βασιλῆας |
Type(s) | [6786] Ματθαῖος πόθεν, εἰπέ, μέγας, Λουκᾶς τε φέριστος (102 verses) |
Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
Text status | Text completely known |
Date | 14th c. |
Manuscript | ANN ARBOR - University of Michigan Library 24 [1291-1325] |
Place in Manuscript | f. 3r-4v |
Contextual information | The epigram, along with other poems, precedes the Gospel of Matthew. |
Metre(s) | |
Genre(s) | Text-related epigram |
Subject(s) | |
Comment | The epigram is accompanied by an interlinear paraphrase in prose of its text, which precedes each line of the epigram. On f. 3r-v the paraphrase is written in the same ink as the main text, on f. 4r in red ink. |
Image source(s) | http://www.csntm.org/Manuscript/View/GA_536 |
Bibliography | |
Number of verses | 50 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/25548 |
Last modified: 2023-04-26.