Type 6796
(formerly typ/4706)
Ματθείης βίβλοιο τὰ θαύματα, ὁππόσ’ ἔρεξε | |
Χριστὸς ἄναξ βροτέῳ σώματι κιρνάμενος. | |
Πρῶτον μὲν λεπροῖο πικρὴν ἀπεσείσατο νοῦσον, | |
Εἶθ’ ἑκατοντάρχου παιδὸς ἔπηξε μέλη. | |
Τὸ τρίτον αὖ Πέτρου ἑκυρῆς φλόγα ἔσβεσε χειρί. | |
Τέτρατον, οἶδμα μέγα εὔνασε καὶ ἀνέμους. | |
Δαίμονας ἧκε σύεσσι τὸ πέμπτον, ἐν Γεργεσσηνοῖς. | |
Ἕκτον, ἑὴν κλίνην ᾖρε βαρὺς μέλεσιν. | |
Ἕβδομον, ἁψαμένης πηγὴν σχέθεν αἱμοροούσης. | |
Ἄρχοντος θυγάτηρ ὄγδοον εὗρε φάος. | |
Ἔννατον αὖ, τυφλοῖσι πόρεν φάος. Ἐκ δ’ ἐλαθέντος | |
Δαίμονος, οὐ λαλέων ῥῆξε λόγον, δέκατον. | |
Σαββάτῳ ἑνδέκατον, ξηρὴν χέρα λύσατο δεσμῶν, | |
Ὄσσε δὲ δαιμονίου κ’ οὔατα, δωδέκατον. | |
Ἐκ δεκάτοιο τρίτον, κοφίνους δυοκαίδεκα πλῆσε, | |
Κἀνδρῶν χιλιάδας πέντ’ ἀπὸ πέντ’ ἀκόλων. | |
Τέτρατον ἐκ δεκάτου δὲ, κιχήσατο νῆα πόδεσσι· | |
Τοῖς δ’ ὑπόειξε μέγας πόντος ὀρινόμενος. | |
Πέντε δὲ καὶ δέκατον, Χαναναίας πνεῦμ’ ἐδίωξε, | |
Μητρὶ χαριζόμενος πολλὰ λιταζομένῃ. | |
Ἕκτον καὶ δέκατον, σπυρίδας λίπον ἕπτ’ ἀπὸ ἑπτὰ | |
Ἄρτων, χιλιάδες τέσσαρες, ἦν τε κόρος. | |
Ἑπτὰ δὲ καὶ δέκατον, θείην ἠλλάξατο μορφὴν, | |
Στράψας οἷσι φίλοις ἠελίοιο πλέον. | |
Ὀκτωκαιδέκατον δὲ, σεληναίης ἀπὸ νούσου | |
Ὡς ἱκέτευσε πατὴρ, λύσατο παῖδα φίλον. | |
Ἐννεακαιδέκατον, φάος ὄμμασιν ἐξ Ἱεριχοῦς | |
Τυφλοῖς εἰνοδίοις δῶκε πορευόμενος. | |
Εἰκοστὸν δ’ αὐγὰς πόρεν ὄμμασι, πηρά τ’ ἔλυσε | |
Γούνατα, ἐξ ἱεροῦ λύματα πάντ’ ἐλάσας. | |
Θαῦμα δὲ Βηθανίηθεν ἰὼν ποίησε μέγιστον, | |
Ξηρὴν αἶψα συκῆν, ὥς μιν ἄκαρπον ἴδεν. | |
Ἐκ δ’ ἐχύθη σταυροῖο βαθὺ σκότος, οἰχομένοιο | |
Φωτὸς, καὶ νηοῦ εὐρὺ πέτασμα ῥάγη. | |
Γαῖα δὲ παλλομένη, γαίης ὕπερ ἔσχισε πέτρας, | |
Καὶ νέκυες τύμβους λεῖψαν ἀνεγρόμενοι. | |
Αὐτὰρ ὅγε τριτάτῳ ἐνὶ ἤματι τύμβον ἀνοίξας, | |
Αὖθις ἑοῖσι φίλοις ἐν Γαλιλαί’ ἐφάνη. |
Title(s) | Τὰ τοῦ Χριστοῦ θαύματα κατὰ Ματθαῖον |
Text source | J. Migne, 1862, Patrologiae cursus completus. Series graeca (vol. 37), Paris: 488-491 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Text-related epigram |
Person(s) | |
Metre(s) | Elegiacs |
Subject(s) | |
Tag(s) | |
Bibliography | |
Number of verses | 38 |
Occurrence(s) |
[25552] Ματθείης βίβλοιο τὰ θαύματα· ὁππόσ’ ἔρεξε
[14th c.]
ANN ARBOR - University of Michigan Library 24 [1291-1325] (f. 4v-5v) (38 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 449: "Greg. Nazianzenus, Miracula Christi sec. Matthaeum" |
Permalink | https://www.dbbe.ugent.be/types/6796 |
Last modified: 2021-01-14.