Type 6370
(formerly typ/4527)
| Ἄλλον μὲν ἄνδρα ζωγραφεῖν ἴσως θέλων, | |
| Καὶ τῷ θεατῇ γειτνιῶντι δεικνύειν | |
| Ἐκεῖνον αὐτὸν ἐν σορῷ κεκρυμμένον, | |
| Συνηγόρους ἂν εἶχον εὐθὺς τοὺς λόγους, | |
| Ὡς καὶ πνοῆς κιρνῶντας ἰσχὺν τοῖς τύποις· | |
| Ἐπεὶ δὲ σοῦ θανόντος, ὦ διδάσκαλε, | |
| Δοκοῦσι νεκραὶ τῶν λόγων αἱ χάριτες, | |
| Δέδοικα μὴ δύσφραστον εἰσοίσω κρότον | |
| Ἀνδρὶ σοφιστῇ καὶ παθῶν ἐλευθέρῳ. | |
| Πλὴν εἰ περιὼν ἐξ ἀτύφου καρδίας | |
| Καὶ τῶν ἀμαθῶν ταῖς γραφαῖς ἐπεκρότεις, | |
| Ὡς ἂν ἔχοι πρόθυμον ἡ φύσις δρόμον, | |
| Νῦν τάφον οἰκῶν καὶ σιγῆς λίθον στέγων, | |
| Καὶ βιβλίων ἔρημον εὑρὼν πυθμένα, | |
| Πῶς ἂν παρ’ οὐδὲν τοὺς ἐμοὺς ἄγοις λόγους, | |
| Καὶ ταῦτα μικροῦ σὴν τελευτῶντας χάριν; | |
| Ἀλλ’, ὦ πόλεις, πενθεῖτε κοινῇ τοὺς νόμους. | |
| Ὁ γὰρ παρ’ ἡμῖν εὐσεβὴς Δημοσθένης | |
| Τῆς ῥητορικῆς οὐ σκαλεύει τὴν φλόγα. | |
| Μὴ χερσὸς ὀφθεὶς τῶν δικαστῶν ὁ θρόνος | |
| Ἔγκεντρον ἐνδίδωσι λημμάτων βάτον; | |
| Ὅμηρε, πῶς τοσοῦτον ἠρεμεῖς χρόνον, | |
| Ἰλιάδα γράφειν σε δευτέραν δέον | |
| Καὶ τὴν παλαιὰν δυσπραγοῦσαν δακρύειν; | |
| Εἰ μὴ γὰρ ἦν ἐκεῖνος ἐν διδασκάλοις | |
| Ὁ νῦν σιωπῶν καὶ καθεύδων ἐν τάφῳ, | |
| Τίς ἂν τὸ βαθὺ τῆς πλοκῆς λύσας νέφος | |
| Ἀνῆκε λαμπρὰν τῆς γραφῆς τὴν αἰθρίαν; | |
| Νῦν καὶ σὺ νῦν τέθνηκας, ὦ γέρων Πλάτων· | |
| Οὐ γὰρ μετεμψύχωσις, οὐδὲ Σωκράτης, | |
| Γλώττης δὲ ταυτότης σε καὶ τέχνης κράτος | |
| Ἔμπνουν καθαρῶς ὠργάνουν τῷ κειμένῳ. | |
| Ἀριστότελες, ἆρα κομπάζεις ἔτι; | |
| Καὶ μὴν κρυβῆναι δεῖ σε καὶ σιγὴν ἄγειν, | |
| Κλείσαντα σαυτοῦ δυστυχῶς τὰ βιβλία. | |
| Ὁ γὰρ κατὰ σὲ τεχνικὸς διδάσκαλος | |
| Ἄριστον ἐκτήσατο καὶ φίλον τέλος | |
| Ἀναλυτικῶς ἐκδοθεὶς τοῖς πατράσι. | |
| Ῥώμη νέα, στέναζε καὶ θρήνους πλέκε· | |
| Τῶν γὰρ λόγων ὁ κόσμος εἰς γῆν ἐκρύβη. | |
| Πλὴν εἰ πάλιν αἴσθησιν εἰς λόγους ἔχεις, | |
| Παχυμέρη, πρόελθε, καὶ λογογράφει, | |
| Καὶ τοὺς τὰ μαθήματα συνθέντας νίκα, | |
| Καινὰς ἐπ’ αὐτοῖς ἐκδιδάσκων εὑρέσεις. | |
| Ἵνα δὲ τὰ πρέποντα συλλήβδην φράσω, | |
| Ὁ σύλλογος πᾶς τῶν σοφῶν κόπτεσθέ μοι. | |
| Ἡ γὰρ κιβωτὸς τῶν καθ’ ὑμᾶς βιβλίων | |
| Εἰς τὴν κιβωτὸν τῆς φθορᾶς ἀνετράπη. | |
| Δικαιοφύλαξ, εἰ μέτεστί σοι πάλιν | |
| Θεσμῶν φυλακῆς καὶ βραβεύεις ταῖς δίκαις, | |
| Θέσπιζε, δογμάτιζε, τὰς στάσεις λύε, | |
| Τὴν ἀπροσωπόληπτον ἐξάγων κρίσιν· | |
| Ζῆλος γὰρ ὁ πρὶν οὐ συναπέθανέ σοι. | |
| Ἆρ’ οὐχὶ καὶ ζῶν τὴν τελευτὴν ἐσκόπεις, | |
| Καὶ τόνδε καλῶς ἐτραγῴδεις τὸν βίον; | |
| Ὦ κύκνε λευκὲ τῇ πτερώσει τοῦ χρόνου, | |
| Ἐκεῖνο τοῦτο καὶ τοσούτων φεῦ! πόνων | |
| Τὸν τοῦ τέλους τρίπηχυν ἀνθείλου τάφον. | |
| Ὦ γλῶσσα δεινὴ, καὶ γραφῶν θείων στόμα, | |
| Καὶ νοῦ καθαρὲ, ποῦ ποτ’ ἐκρύβης; λέγε. | |
| „Ἰδὼν ἔγωγε“ φησὶ, „τὸν θνητὸν βίον | |
| Ὡς ἔστιν οὐδὲν ἢ σκιᾶς ἴνδαλμά τι | |
| Καὶ φάσμα ῥευστὸν εἰς μετάρσεις Εὐρίπου, | |
| Καὶ πομφόλυξ καὶ τέφρα καὶ κάπνου χύσις, | |
| Ἢ παικτὸς ἀστράγαλος ἐν μειρακίοις, | |
| Ἢ κύβος ἑστὼς εἰς ἀσύστατον βάσιν, | |
| Παρῆλθον εἰς τὸν δεῦρο τῆς ταφῆς τόπον, | |
| Ἀναμένων σάλπιγγος ἐσχάτης κτύπον, | |
| Ὑφ’ ἧς ἐπαρθεὶς εἰς συνάντησιν φθάσω | |
| Τοῦ τὴν φύσιν κρινοῦντος ἐνδίκως Λόγου. | |
| Τὸ γοῦν ἀφιλόκομπον ἐνθάδε γράφων, | |
| Σίγα τὰ σεμνὰ τοῦ γένους ἀθύρματα· | |
| Ἡ γὰρ ταπεινὴ καὶ πατουμένη κόνις, | |
| Κἂν ἐκριπισθῇ καὶ πρὸς αἰθέρα δράμῃ, | |
| Ἀλλ’ οὖν πάλιν κάτεισιν εἰς γῆν ὡς κόνις, | |
| Ὅταν ὁ κλωστὴρ τῆς πνοῆς παραδράμῃ. | |
| Βίβλοι δὲ πᾶσαι, καὶ λόγοι καὶ σχήματα, | |
| Καὶ συλλογισμοὶ καὶ προτάσεις καὶ στάσεις, | |
| Ὡς οὐδὲν ἐῤῥέτωσαν, ὡς ὄναρ μόνον. | |
| Ἡ γὰρ τελευτὴ συμπεραίνει τὸν βίον | |
| Εἰς τὴν ἀναπόδεικτον εὐετηρίαν. | |
| Σὺ δ’ ἀλλά μοι θαύμασε τῶν ἄλλων πλέον | |
| Αὐθαίρετον πενίαν, ἦθος μέτριον, | |
| Βίου τε παντὸς ἐμμελῆ μουσουργίαν, | |
| Καὶ τῆς ψυχῆς τὸν φθόγγον, εἰ βούλει, ξένε, | |
| Δι’ οὗ τὰ δεινὰ τῶν παθῶν ἦγον θράση | |
| Λύρας μουσικῆς ἐκμιμούμενος τόνους“. | |
| Ὡς εὖγέ σοι γένοιτο καὶ τῶν νῦν λόγων | |
| Τῷ μυσταγωγῷ τῶν σοφῶν παιδευμάτων. | |
| Οὐ γὰρ σιωπᾷς, ἀλλὰ κἀνταῦθα πλέον | |
| Τῆς ἀρετῆς τὸ χρῆμα δεικνύεις ὅσον· | |
| Ὥστε σχεδὸν ζῇς, καὶ δοκεῖς τι συγγράφειν, | |
| Οἰκῶν, σοφιστὰ, τὴν στοὰν τὴν ἐσχάτην | |
| Καὶ τὴν περισπούδαστον ἀποδημίαν, | |
| ᾟ τὴν πρὶν Ἀθήνησιν ἀκαδημίαν. | |
| Ἐγὼ δὲ νῦν, μάλιστα νῦν μαθὼν ἔχω | |
| Ὅτι δίκαιος, ἂν τελευτῆσαι φθάσῃ, | |
| Ἔσται πρὸς ἀνάπαυσιν, ὃ Γραφὴ λέγει, | |
| Καὶ ζῇ καθαρὸν καὶ παθῶν ξένον βίον, | |
| Εἰς φῶς μετελθὼν εὐτυχῶς ἐξ ἑσπέρας. |
Last modified: 2025-03-26.
