Occurrence 24543
(formerly occ/8503)

ἀπόδειξις άνθήμου χαρ|τοφύλακο(ς) τῆς μ(ε)γ(άλης) ἐκκλη|σίας τοῦ συγγραψαμέ|νου τοὺς κύκλους. πε(ρὶ) | τῆς συντελείας·
 
ὁ χ(ριστὸ)ς εἶπε(ν), ἔσεσθε ἐν μοι (?) τέλος ||
εἰς τὸ παρόν τι νῦν ἐ|νευτῶτι (?) χρόνω:- |
ἰνδικτίονος ὀγδόης | θρίνος μέγα:- |
ὡς χ(ριστὸ)ς εἶπεν κ(ύριο)ς τοῦτο χρό|νω:- |
εἶναι τέλος | κόσμου τὲ συμπληρου|μένου:- |
λέγει γὰρ αὐτὸς τοῖς σο|φοῖς ἀποστόλοις:- |
ἐγὼ μεθ᾽ υμῶν εἶμι πά|σας τὰς ἡμέρας:- |
ἕως τέλους αἰῶνος ἐκ|πληρῶν ἀμήν:- |
ἡ γῆ σὺν οὐ(ρα)νῶ δέξε|ται τέλος:- |
ἐμοὶ μένουσιν πάντες | ἀψευδεὶς λόγοι:- |
δα(υὶ)δ γὰρ λέγει ψαλμωδὸς ἐν | παρρησία:- |
αἰῶνα φωτὸς καὶ χρό|νους τοὺς χιλίους:- |
ἡσαΐας μέλλον αἰῶνος | π(ατ)ηρ:- |
θ(εὸ)ς μεθ ὑμῶν ἰσχυρὸς καὶ | παιδίον:- |
καὶ δανιὴλ ἔφησεν ἑβ|δόμης μέσον:- |
ἀρθήσεται καύχημα κόσ|μου θυσία:- |
βροντὴς ἰωάννης τὲ κ(υρίο)υ | φίλος:- |
ἐσφαγμένον γὰρ ἀρνεῖον | φέρει κλέος:- |
καὶ βασιλεύσει τοὺς χρό|νους τοὺς χιλίους:- |
οἱ τρεῖς προφήται καὶ | συνηγαπημ(ένω) :- |
και χ(ριστὸ)ς αὐτὸς εἶπεν αἰῶ|νος τέλος:- |
τοὺς πέντε τούτους μάρ|τυρας σοι προσφέρω:- |
σταθήσεται πᾶν ῥήμα | μαρτύρων τριῶν:- |
ἀρκοῦσιν οἱ τρεῖς καὶ πε|ρισσῶς οἱ δύο:- |
πείθουσιν αὐτοὶ τοὺς ἀ|πίστους πολλάκις:- |
μηδεὶς ἀπιστεῖ τοῖς λόγ(οις) τοῦ κ(υρίο)υ:- |
ψήφω διαγνοὺς ἄνηθημος κύκλους λέγει:- |
ἓξ καὶ συνεξήκοντα τοὺς | χρόνους γράφει:- |
ἑξκαιδέκατος κύκλο(ς) | ἦν φέγγους τότε:- |
καὶ κύκλος ἡλίου μἐν ἐστιν (?) || ἔννατος:- |
τῶν ἓξ ἀρίθμων ἓξ χι|λιάδες χρόνοι:- |
σὺν τῆ δεκαπλῆ φημὶ | πεντηκοντάδι:- |
μεθ ὧν δεκὰς συνῆλθεν | ἡ τρίτη τέλος:- |
σὺν τοῖς χρόνοις τοῖς | τρισὶ δὲ συμπληρου|μένοις:- |
χ(ριστὸ)ς διδάσκει γηγενῶν εἶ|ναι τέλος :- |
ὁ τῶν ἁπάντων κ(ύριο)ς καὶ | δεσπότης:- |
τῶ π(ατ)ρι καὶ τῶ πν(εύματ)ι σὺν | υἱῶ λόγος:- |
τριὰς βοήθει χριστιανῶ(ν) | τὸ φῦλον:- |
Type(s) [2531] Λέγει γὰρ Χριστὸς τοῖς σοφοῖς ἀποστόλοις (32 verses)
Text source DBBE
Text status Text completely known
Date 12th c.
Manuscript ATHOS - Mone Karakallou 14 [12th c.]
Place in Manuscript f. 250r-250v
Palaeographical information The initials of each line are enlarged.
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Comment Podskalsky (1972: 97) gives only the title but refers to other occurrences of the same epigram.

The status of the poem as a book epigram in this manuscript is doubtful.
Bibliography
Number of verses 38
Related occurrence(s)
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of the 'Institut de recherche et d'histoire des textes'.

Creator(s)
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/24543
Last modified: 2020-02-10.