Occurrence 21047
(formerly occ/4765)

ἐπίγραμμα εἰς τὸν μα|κάριον γρηγόριον, πάπα(ν) | τῆς πρεσβυτέρας ρώμης:-
 
Γάνυται πᾶς ὁ ἐντυγχά|νων τῆ βίβλω· |
Ῥημάτων γὰρ οὐ προβάλ|λεται κομψίαν· |
Ἤθη δὲ μᾶλλον ἀρετῶ(ν) | ἐκδιδάσκει· |
Γαλήνην ψυχῆς καὶ | ἡσύχιον βίον· |
Ὅρους τε γλώττης καὶ | χαλινὸν ὁράσει· |
Ῥίζα γὰρ τῶν ἀγαθῶν | ὑπάρχει ταῦτα, |
Ἴσως δὲ καὶ δογμάτω(ν) | οὐκ ἀπελείφθη· |
Ὅλη δὲ σοφῶς πεποίκιλ|ται τῆ θέσει· |
Ὕφανε δ' αὐτὴν γρηγο|ρίου ἡ γλῶττα· |
Βέλη γὰρ σοφῶν κέντρα | τῆς εὐβουλίας· |
Ἵησιν ἐνσκήπτοντα τοῖς | εὐσυνέτοις· |
Βουλὴν ἀρίστην· παντὶ | μαστεύουσι νῷ. |
Λόγοι γὰρ ὡς βούκεντρα φησί | τις σοφῶν |
Οὐχ ὥστε τρῶσαι τὴν ἡμῶν | εὐζωΐαν |
Σπεῖραι δὲ μᾶλλον τοῖς ἀρότρου συμβόλοις |
Ζωῆς θησαυρὸς ἀπόκει|ται ἐνθάδε· |
Ἁγίων π(ατέ)ρων ἐνάρετοι βίοι |
Χεῖρα ὀρέγοντες τοῖς κά|τω κειμένοις. |
Ἀγὼν δὲ τοῦτο ὑπάρχει | γρηγορίου |
Ριθρα βλύσαντος ἐνθέων | διδαγμάτων |
Ἱλαρῶς προσιὼν τω λό|γω τοῖς πᾶσιν. |
Οὗτος δὲ πρῶτος τω ὀ|νόματι τούτω |
Ὑπάρχει τῆς ρωμαιων πό|λεως πάπας· |
Πόθω δὲ θείω κ(αὶ) ἐναρέτω ζήλω |
Ἀγόμενος ὁ πάνσοφος | ζαχαρίας· |
Τοῦ κορυφέως πέτρου | κοσμῶν τὸν θρόνον |
Ῥῶσιν ψυχαῖς καὶ αὐτὸς | παρέχειν θέλων |
Ἰωσὴφ ἄλλος ἀρτίως | ἀνεδείχθη |
Ἄρτον ζωῆς, σιτοδοτή|σας τῶ κόσμω |
Ῥωμαίων τῆ γλώττη | τὸ πρότερον ὄντα· |
Χριστοῦ τοῦ θ(εο)ῦ τοῦτον | κεκινηκότος |
Ὅλην τὴν βίβλον τῆ ἑλλη|νίδι γλώττη |
Ὑφηγήσατο τοῖς πᾶσιν ἑρμηνεύσας |
Type(s) [4439] Γάνυται πᾶς ὁ ἐντυγχάνων τῇ βίβλῳ (33 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 800
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 1666 [800]
Place in Manuscript f. 1r
Palaeographical information Written in two columns. The initials of each line are in red ink.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Comment A reproduction of the manuscript has been inspected but due to the bad status of the parchment the text is still strongly based on Mercati's edition.
Image source(s) https://digi.vatlib.it/view/MSS_Vat.gr.1666/0005
Bibliography
Number of verses 33
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/21047
Last modified: 2023-09-07.