Type 4199
(formerly typ/2294)
Κρήτης ὁ ποιμὴν δεῦρο παρὼν Ἀνδρέας, | |
ἀφίσταται γὰρ οὐδὲ τοῦ νῦν συλλόγου | |
τῷ πανταχοῦ παρόντι συνὼν δεσπότης, | |
τὸν Μυρέων πρόεδρον ὑμνεῖ τὸν μέγαν· | |
δοκεῖ γὰρ ἑστὼς εἰς τὰ τῆς τέχνης βάθη | |
τοσοῦτον ἀθρεῖν οὐρανὸν τεραστίων, | |
ψάμμον τε μετρεῖν ἢ φορυτὸν ἀστέρων, | |
ἢ κυμάτων πρόσχυσιν ἢ βλάστης γένος· | |
ἀλλ’, ὦ κιβωτὲ παντοδαπῶν θαυμάτων, | |
οὐρανίων θάλαμε θησαυρισμάτων, | |
ἥλιε τῆς γῆς ἄφθονε πτωχοτρόφε, | |
ἡ μὲν κάτω θάλασσα τῶν δεῦρο κρότων | |
χεῖται προσηνὴς, σὺ δ’ ἀναπλεῖς καὶ τρέχεις· | |
τοῦ πνεύματος γὰρ τὴν καλὴν αὖραν φέρεις, | |
καὶ λιμένας δή τινας ἀρρήτους ἔχεις, | |
ἀγωγίμοις βρίθουσι τὸν πλοῦν ἐξάγων. | |
Σοφὸς γὰρ εἶ σὺ τῶν ψυχῶν ἐπιστάτης | |
τὸν τοῦ βίου μάλιστα κοιμίζων σάλον, | |
καὶ τὰς ἀγωγὰς τῶν ἀβουλήτων λύεις, | |
καὶ τοὺς κατακλύζοντας αἱρεῖς κινδύνους. | |
Πλὴν εὐμενῶς τὸ δῶρον ὁ πρᾷος δέχου, | |
κἂν ἐξελέγχθη τοῖς κατορθώμασί σου· | |
εἰ γὰρ παρῆν ἐνταῦθα καὶ νοῦς ἀγγέλου, | |
καὶ γλῶσσα καινὴ, καὶ γραφῆς ἄλλης κρότος, | |
καὶ ῥημάτων δύναμις ὑπερκοσμίων, | |
ἔδραμεν ἂν ὅ φασι παρὰ Λύδιον, | |
ἐπείπερ αὐτὸς εἰς τὸ νικᾶν ἐκρίθης, | |
τροφεῦ προμηθεῦ, κἂν συνεκρίθης ὅμως. | |
Καὶ μὴν ἐπαινεῖς τὰς παραθέσεις, μάκαρ, | |
εἴ που τὶς ἀνθάμιλλον αὐτοῖς σε κρίνοι | |
τοῖς εὐδοκιμήσασι καὶ πρὸ τοῦ νόμου, | |
καὶ τοῖς μετὰ χάριτος ἠγωνισμένοις· | |
ὅταν γὰρ ᾖ τὸ πρᾶγμα νικῶν τὴν φύσιν, | |
οὐκ ἔστιν ὑμνεῖν ἀπὸ τῶν ὑπὲρ φύσιν, | |
ὥσπερ Θεοῦ θέλοντος ἐμφαίνειν θέαν, | |
καὶ τὸ ξένον πρόσλημμα τῆς μετουσίας | |
εἰς ἡλιακὸν παραμορφοῦμεν σέλας· | |
ἀλλ’ ἀκροατὴς τῶνδε τῶν λόγων γίνου, | |
καὶ τοὺς φόρους λάμβανε τοὺς ἐτησίους | |
ζυγοστατῶν τὸ ψῆγμα τῆς προθυμίας. | |
Ὁ Χριστὸς αὐτός ἐστι δεικνὺς ἐν τύπῳ | |
καὶ πρὸς τὰ λεπτὰ τῆς καλῆς χήρας βλέπων· | |
μᾶλλον δὲ καὶ πλούτιζε τοὺς πενεστάτους, | |
καὶ τὴν χάριν βράβευε δαψιλεστέραν· | |
ἰσάγγελος γὰρ καὶ πρὸ τῆς ἐκδημίας | |
ὑπῆρξας ἐν γῇ· σὺ δ’ ἐπευλόγει, θύτα. |
Last modified: 2019-12-11.