Occurrence 18678
(formerly occ/2053)
+ ἡ βίβλος ἥδε τῶν θ(εο)ῦ προσταγμάτων, | |
ἡ τὴν χάριν φέρουσα τῆς εὐκοσμί(ας), | |
κ(αὶ) τῆ θέσει στίλβουσα τῶν γεγραμμ(ένων), | |
κ(αὶ) τῶ ξένω κάλλοι τε ποικιλοτρόπως, | |
τὴν ἡδονὴν στάζουσα δαψιλεστάτην, | |
σπουδῆ κατέστη καὶ πόθω καὶ δαπάνη, | |
γεωργίου μάλιστα τοῦ ἀπὸ καύκου· | |
ἄρχοντος ἀνδρὸς νουνεχοῦς καὶ κοσμίου· | |
λαμπροῦ προσηνοῦς εὐγενοῦς θαυμασίου· | |
ἀνακτόρων οἴκοις τε διαιτωμένου· | |
φίλου κρατούντων ἁσφαλοῦς κ(αὶ) γνησίου· | |
δῶρον δοθεῖσα τῶ ναῶ τῆς παρθένου· | |
μ(ητ)ρ(ὸ)ς πανάγνου τοῦ θ(εο)ῦ καὶ δεσπότου, | |
τῶ ἐν βλαχέρναις τῶδε τῶ θαυμασίω· | |
ἐν ὧ μόλιβδος τῆς στέγης ἄνω χάριν, | |
δώρημα τοῦδε, σὺν πόθω τῆς καρδ(ίας)· | |
τῶν πταισμάτων χάριν γε τ(ῶν) ἑν τῶ βίω: | |
ὧ δοθείη γε πρὸς θ(εο)ῦ σ(ωτη)ρία, | |
κ(αὶ) λαμπρότης βίου τὲ καὶ εὐθυμία: | |
ὁ δὲ γραφεὺς τίς ἐστιν εἰ μαθεῖν θέλεις, | |
ἐροῦσι πάντως οἱ τύποι τῶν γραμμάτων, | |
δῆλοι σαφῶς ὄντες γε τοῦ Ἰωάσαφ· | |
οὗ δήπερ ἔργον ἡ γραφὴ τῶν βιβλίων, | |
καὶ χεὶρ ἑτοίμη πρὸς γραφὴν ἠσκημένη + |
Last modified: 2020-08-25.