Type 2954
(formerly typ/1054)
Ἡ βίβλος ἥδε τῶν θεοῦ προσταγμάτων, | |
ἡ τὴν χάριν φέρουσα τῆς εὐκοσμίας, | |
καὶ τῇ θέσει στίλβουσα τῶν γεγραμμένων, | |
καὶ τῶ ξένω κάλλοι τε ποικιλοτρόπως, | |
τὴν ἡδονὴν στάζουσα δαψιλεστάτην, | |
σπουδῆ κατέστη καὶ πόθω καὶ δαπάνη, | |
Γεωργίου μάλιστα τοῦ Ἀποκαύκου. | |
ἄρχοντος ἀνδρὸς νουνεχοῦς καὶ κοσμίου. | |
λαμπροῦ προσηνοῦς εὐγενοῦς θαυμασίου. | |
ἀνακτόρων οἴκοις τε διαιτωμένου. | |
φίλου κρατούντων ἁσφαλοῦς καὶ γνησίου. | |
δῶρον δοθεῖσα τῶ ναῶ τῆς Παρθένου. | |
μητρὸς πανάγνου τοῦ Θεοῦ καὶ δεσπότου, | |
τῶ ἐν Βλαχέρναις τῶδε τῶ θαυμασίω. | |
ἐν ὧ μόλιβδος τῆς στέγης ἄνω χάριν, | |
δώρημα τοῦδε σὺν πόθω τῆς καρδίας. | |
τῶν πταισμάτων χάριν γε τῶν ἑν τῶ βίω. | |
ὧ δοθείη γε πρὸς Θεοῦ σωτηρία, | |
καὶ λαμπρότης βίου καὶ εὐθυμία: | |
Ὁ δὲ γραφεὺς τίς ἐστιν εἰ μαθεῖν θέλεις, | |
ἐροῦσι πάντως οἱ τύποι τῶν γραμμάτων, | |
δῆλοι σαφῶς ὄντες γε τοῦ Ἰωάσαφ. | |
οὗ δήπερ ἔργον ἡ γραφὴ τῶν βιβλίων, | |
καὶ χεὶρ ἑτοίμη πρὸς γραφὴν ἠσκημένη |
Editorial status | Not a critical text |
Genre(s) | Author-related epigram |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | Georgios Apokaukos (15th c.) |
Tag(s) | |
Bibliography | |
Number of verses | 24 |
Occurrence(s) |
[18678] ἡ βίβλος ἥδε τῶν θ(εο)ῦ προσταγμάτων
[1403]
ISTANBUL - Patriarchike Bibliotheke - Hagia Trias 10 [14/07/1403] (f. 288r) (24 verses) |
Identification | Vassis ICB 2005, 294: "Ioasaph Hodegorum, In laudem Georgii Apocauci" |
Permalink | https://www.dbbe.ugent.be/types/2954 |
Last modified: 2019-05-22.