| στίχ(οι) εἰς τ(ὸν) ἅγιον λουκαν | |
| πρώην ἀκέστωρ σωμάτων μόνον πέλ(ων)· | |
| ἐκ των γαλινοῦ βιβλίων κ(αὶ) ιπποκράτους: | |
| ψυχῶν ἰατρὸς ὕστερον σοφὸς λίαν: | |
| πολλῶν ἐδείχθης ὡς μαθητὴς τοῦ λόγου: | |
| εὐ ἀγγεληστῆς ῥητορεύσας ἐνθέως: | |
| τὰ τῆς δι ἡμᾶς σαρκικῆς παρουσίας: | |
| αὐτοῦ μέγηστα τῶν τεραστιων βάθη: | |
| διὸ πρὸς αὐτον εὐσθενὴ παρρησίαν: | |
| λουκὰ θεόφρων ἀξίως καὶ νῦν ἔχω(ν): | |
| τὸν πίστεως τεύξαντα κ(αὶ) πόθου μετα: | |
| τὴν πάνσοφον σου τήνδε βίβλον τ(ῶν) λόγω(ν): | |
| σωζοις λιταῖς σου καὶ καλῶς διεξάγοις: |
Last modified: 2026-02-17.
