Occurrence 17382
(formerly occ/578)
Εἰς τὸν ἅγιον ἀπόστολον καὶ εὐαγγελιστήν λουκάν:- | στίχοι:- | |
Πρώην ἀκέστωρ σωμάτων μόνων πέλων:- | |
Ἐκ τῶν γαληνοῦ βιβλίων κιπποκράτους:- | |
Ψυχῶν ιατρὸς ὕστερον σοφὸς λίαν· | |
Πολλῶν ἐδείχθης ὡς μαθητῆς τοῦ λόγου:∙ | |
Ἐεὐαγγελιστὴς ῥητορεύσας ἐνθέως:∙ | |
Τὰ τῆς δι᾿ ἡμᾶς σαρκικῆς παρουσίας:∙ | |
Αὐτοῦ μέγιστα τῶν τεραστίων βάθη:∙ | |
Διὸ πρὸς αὐτὸν εὐσθενὴ παρρησίαν:∙ | |
Λουκὰ θεόφρον ἀξίως καὶ νὺν ἔχων:- | |
Τὸν πίστεως τεύξαντα (καὶ) πόθου μέτα: | |
Τὴν πάνσοφόν σου τήνδε βίβλον τῶν λόγων:∙ | |
Σώζοις λιταῖς σου καὶ καλῶς διἐξαγοις:- |
Last modified: 2019-09-04.