Type 5457
(formerly typ/3505)
| Ἀστέρες ὡς πολύφωτοι, ἀφεγγοῦς ὄμματα νυκτός, | |
| κανόνες ἐκγεγάασιν ἐρικυδέων κηρύκων | |
| θεσπεσίων πατέρων τε πρικλυτὰ θεσπίσματα, | |
| ἀλλ’ οὕτω τελέθοντες ἀπλανεῖς οὐρανοβάται, | |
| παύροις ἐν πεδίοισιν ἱλαδὸν ἔτελλον φῶτα. | |
| Τοὶ γὰρ ἀντολίηθεν ἐωσφόροι ἀμφανέντες, | |
| κεῖσε πανημέριοι λάμπον καὶ κατὰ νύκτα, | |
| ἄλλοι δ’ ἑσπερίοισιν ἐνὶ μερόπεσσι φύντες, | |
| τάων κατεσάωσαν ἁμαρτίην ἐρεβεννήν. | |
| Μῆνις γὰρ κρυόεσσα διοτρεφέων βασιλήων, | |
| καὶ τοὺς γ’ εὐδρομέοντας ἐπὶ τόπου ἴσχανε τυτθόν, | |
| Ὠκεανὸς δ’ οὓς γείνατο παγχθονίης συνοδικῆς, | |
| τούτους ἐν βεμβράναις, ὥς γ’ ἐν σήματι θνητοῦ, | |
| κατὰ Μωσῆν ἰσόθεον, Φαραωκτόνον ἐσθλόν, | |
| μήτηρ κάτθετο κυδρή, ὀψιγόνοις μέγ’ ὄνειαρ. | |
| Ἀτὰρ οὐδὲ μαχεύμενοι ἔσχον ἑτάρων ἰσχύν˙ | |
| ἴσχανε γὰρ σύμπνοιαν ἀβελτέρα διάστασις. | |
| Ἄναξ εὐρυμέδων δὲ κραταιὸς πάνσοφος Λέων, | |
| καὶ Φώτιός τ’, ἀγακλυτὸς πατριάρχης, | |
| τὴν δ’ οὐρανίην τετραγωνίσαντες σφαῖραν | |
| τέτταρα κατὰ κλίματα ἠδὲ μέτρα πάσης γῆς, | |
| κανόσιν, ὡς ἄστρασιν ἀπλανέσιν ἠδὲ πλανήταις, | |
| πρὸς δὲ νόμοις ἠπείροιο λευκαίνουσι κελεύθους, | |
| ῥεῖα κατηστέρισαν σοφίῃ τε φραδμοσύνῃ τε. | |
| Ἑπτάπολον σφαῖραν γάρ, ἠῢ θ’ ὁρίζοντ’ ἀγλαόν, | |
| ἑπτάδα τ’ ἀθέσφατον ἀειστροφέων πλανήτων, | |
| ἑπτὰ παγχθονίων κανόνας συνόδων ὁλολαμπεῖς | |
| ἐνθάδε προΐαψαν ἀειφανῶς ἀνατέλλειν. | |
| Ὡς δύο καὶ δέκα δὲ ψυχοτροφέας αὖ ἀστέρας, | |
| (ζῴδια τοὺς καλέουσιν ἀμύμονες οὐρανοφάνται) | |
| δώδεκα κηρύκων ζαθέων κανόνας, ἰδ’ ἐφετμάς | |
| λάμπειν ἐν μερόπεσσι πλανήταις τετάχατον. | |
| Ἴδῃς, ἢν ἐθέλῃς, καὶ Πληιάδων ἑπτάδα, | |
| αὐγὰς ὣς προχέουσαν ἀειλαμπεῖς ἐνὶ κόσμῳ, | |
| ῥεῖα θεοπρόπια ἑπτὰ συνόδων ἁγίων, | |
| ἃς τοπικὰς φάσκουσιν ἀληθεῖς ἱεροφάνται. | |
| Ἄθρει καὶ πόλον αὖτε νότιον νειλοτροφῆα, | |
| κύδιμον Ἀθανάσιον ἐρίηρόν τε Κύριλλον, | |
| ἀστέρας Ἀλεξανδρείης, ὄμματα Λιβύης, | |
| καὶ πόλον ἠδὲ βόρειον Καππαδοκήων πατέρα, | |
| Βασίλειον πάμμεγαν, ἄτρυτον ἀσεβοφόντην, | |
| Ναὶ μὴν καὶ θρασυκάρδιον Ὠρίωνα κρατερόν, | |
| Ἰωάννην Χρυσόστομον, Ἀντιοχήων κρηπίδα, | |
| Ἄρτεμιν ὣς σφάττοντα βαλιὴν Εὐδοξίαν, | |
| οὕνεκα χήρας οἰνοτόκον λωβήσατο γαῖαν. | |
| Ἔστι καὶ λύρα τετράχορδος ταῖς δ’ ἐνὶ μολπαῖς | |
| θείου πνεύματος αὔρῃ πληττομένη πλησμίως, | |
| ἥτις ἐσσομένοισι μετ’ ἀνθρώποισιν ἔσται | |
| ἀοιδὰς ἰάχουσα ἀληθοῦς σωτηρίης. | |
| Ἔστων δ’ οὗτοι κυδάλιμοι Γρηγόριοι δύο, | |
| Νυσσαέων Γρηγόριος καὶ ὃς ἀνὰ πᾶσαν γῆν | |
| λάμψε θεηγορίῃ, διδάγμασι τε θεοῖο. | |
| Ἄραρε τῆσδε λύρας τετραχόρδοιο φθόγγῳ | |
| καὶ Πέτρος, Ἀλεξάνδροιο ὃς λάχε πτολίεθρον, | |
| πρὸς δ’ αὖ Διονύσιος, Ἀχαιῶν ὄρχαμος ἱρός. | |
| Τοίην οὐρανίην κατηστέρισαν πυκτίδα | |
| ἄναξ, ἠδὲ πατριάρχης Ῥώμης συνοχῆες. | |
| Ὅσσοι γοῦν ὁράατε ἀπλανῶς διὰ ταύτης | |
| κανονικὰ θεσπίσματα, πιστῶν δεύτερα φῶτα, | |
| καὶ νόμιμ’ ἐκσφαιρισθέντα τῆς συστοιχίας, | |
| λιτάζεσθε θεοῖο τρισυπόστατον φύσιν, | |
| ἣ πόλον ἐστερέωσεν ἴδ’ ἄστρων ἄπλετα φῦλα, | |
| εὐσεβέσι μὲν κείνοις, ἀρχιερεῖ βασιλεῖ τε, | |
| οἳ ταῖς δ’ ἐν βεμβράναισι πόλον ἐξετάνυσαν, | |
| ἠῢ δέριν, κατὰ Δαυῒδ ἀσματογραφῆα, | |
| ἀϊδίην πορσύναι οὐρανῶν βασιλείην. | |
| Τῷ δ’ αὖ Ἀντιοχείης ταπεινῷ πατριάρχῃ | |
| Βαλσαμὼν Θεοδώρῳ, ὃς τῶνδ’ οὐρανίων | |
| σωμάτων τολύπευσεν ἀπειρεσίους δυνάμεις | |
| πλανήτων τε νόμων ὑποχθονίην κατάδυσιν, | |
| πρὶν λάχε θρόνον Ἀντιοχείης πάρος κυδρῆς, | |
| σωτηρίην ψυχῆς˙ ταύτης γὰρ πέρι θρηνεῖ. |
| Title(s) | Στίχοι ἡρωικοὶ τοῦ ἁγιωτάτου πατριάρχου Θεουπόλεως μεγάλης Ἀντιοχείας καὶ πάσης ἀνατολῆς Θεοδώρου βοητοῦ Βαλσαμὼν χάριν τῆς παρ’αὐτοῦ γενομένης ἐξηγήσεως τοῦ νομοκανόνου. |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | Author-related epigram |
| Person(s) | |
| Metre(s) | Dactylic hexameter |
| Subject(s) | |
| Critical Notes | v. 28: προΐεψαν Sin. | προΐαψαν Plut. v. 44: ἄρτεμιν ὣς σφάττοντα Sin. | ἄρτεμην σφάττοντα Plut. v. 65: ἀσματογραφῆαν Sin. | ἀσματογραφῆα Plut. |
| Translation(s) |
For the humble patriarch of Antioch, Theodore Balsamon – who achieved (to describe) the boundless powers of these heavenly bodies and earthly setting of wandering laws, before he reached the throne of formerly glorious Antioch – salvation of the soul because he mourns for it. (vv. 67-72) |
| Comment | Rhoby (2018: 116) provides a translation of the last six verses of this epigram. |
| Bibliography | |
| Number of verses | 72 |
| Occurrence(s) |
|
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 86: "Theod. Balsamon, In explanationem nomocanonis" |
| Permalink | https://www.dbbe.ugent.be/types/5457 |
Last modified: 2024-11-14.
