| στίχ(οι) ἡρωϊκοὶ τοῦ ἁγιωτ(ά)τ(ου) π(ατ)ριάρχου θεουπόλε(ως) μεγάλης ἀντιοχεί(ας) (καὶ) πάσης ἀνα|τολῆς θεοδώρου τοῦ βαλσαμῶν: |
| |
| Ἀστέρες ὡς πολύφωτοι· ἀφεγγοῦς ὄμματα νυκτὸς, |
| κανόνες ἐκγεγάασιν ἐρικυδέων κηρύκων· |
| θεσπεσίων π(ατέ)ρων τε πρικλυτέα θεσπίσματα· |
| ἀλλ’ οὕτω τελέθοντες ἀπλανεῖς οὐ(ρα)νοβάται, |
| παύροις ἐν πεδίοισιν ἰλαδὸν ἔτελλον φῶτα· |
| τοίγαρ ἀντολίηθεν ἐωσφόροι ἀμφανέντες, |
| κεῖσε πανημέριοι λάμπον, καὶ κατὰ νύκτα· |
| ἄλλοι δεσπερίοισιν ἐνιμερόπεσσι φύντες, |
| τάων κατεσάωσαν ἁμαρτίην ἐρεβεννήν· |
| μῆνις γὰρ κρυόεσσα διοτρεφέων βασιλήων, |
| καὶ τοὺς γ’ εὐδρομέοντας, ἐπὶ τόπον ἴσχανε τυτθὸν· |
| ὠκεανὸς δ’ οὓς γείνατο παγχθονίης συνοδικῆς, |
| τούτους ἐν μεμβράναις ὡς γ’ ἐν σήματι θνητοῦ |
| κατὰ μωσῆν ἰσόθεον φαραωκτόνον ἐσθλόν, |
| μ(ήτ)ηρ κατέθετο κυδρὴ· ὀψιγόνοις μέγ’ ὄνειαρ· |
| ἀτὰρ, οὐδὲ μαχεύμενοι, ἔσχον ἑτάρων ἰσχύν· |
| ἴσχανε γὰρ σύμπνοιαν, ἀφιλτέρα διάστασις· |
| ἄναξ εὐρυμέδων δε κραταιὸς πάνσοφος λέων, |
| καὶ φώτιός τ’ ἀγακλυτὸς π(ατ)ριάρχης, |
| τὴν δ’ οὐρανίην τετραγωνίσαντες σφαῖραν, |
| τέτταρα κατὰ κλίματα ἡδὲ μέτρα πάσης γῆς, |
| κανόσιν ὡς ἄστρασιν ἀπλανέσιν ἡδὲ πλανήταις, || |
| πρὸς δὲ, νόμοις ἠπείροιο λευκαίνουσι κελεύθ(ους)· |
| ῥεῖα κατηστέρισαν, σοφίη τε φραδμοσύνη τε· |
| ἑπτάπολον σφαῖραν γάρ ἠὺ θ’ ὁρίζοντ’ ἀγλαὸν, |
| ἑπτάδα τ’ ἀθέσφατον ἀειστροφέων πλανήτων· |
| ἑπτὰ παγχθονίων συνόδων κανόνας ὁλολαμπεῖς, |
| ἐνθάδε προΐεψαν, ἀειφανῶς ἀνατέλλειν· |
| ὡς δύο καὶ δέκα δὲ, ψυχοτροφέας αὖ ἀστέρας, |
| ζώδια τοὺς καλέουσιν ἀμύμονες οὐ(ρα)νοφάνται· |
| δώδεκα κηρύκων ζαθέων κανόνας ἰδ’ ἐφετμάς, |
| λάμπειν ἐν μερόπεσσι πλανήταις τετάχατον· |
| ἴδης ἢν ἐθέλης καὶ πληϊάδων ἑπτάδα· |
| αὐγὰς ὡς προχέουσαν ἀειλαμπεῖς ἐνὶ κόσμω· |
| θεῖα θεοπρόπια· ἑπτὰ συνόδων ἁγίων· |
| ἃς τοπικὰς φάσκουσιν ἀληθεῖς ἱεροφάνται· |
| ἄθρει καὶ πόλον αὖτε νότιον νειλοτροφῆα· |
| κύδιμον ἀθανάσιον ἐρίηρόν τε κύριλλον· |
| ἀστέρας ἀλεξανδρείης, ὄμματα λιβύης· |
| καὶ πόλον ἠδὲ βόρειον καππαδοκήων π(ατέ)ρα· |
| βασίλειον πάμμεγαν· ἄτρυτον ἀσεβοφόντην· |
| ναὶ μὴν καὶ θρασυκάρδιον ὠρίωνα κρατερὸν, |
| ίω(άννην) χρυσόστομον, ἀντιοχήων κρηπίδα· |
| ἄρτεμιν ὣς σφάττοντα, βαλιὴν εὐδοξίαν, |
| οὔνεκα χήρας οἰνοτόκον λωβήσατο γαῖαν· |
| ἔστι καὶ λύρα τετράχορδος, ταῖσδ’ ἐννὶ μολπαῖς |
| θείου πν(εύματο)ς αὔρη πληττομένη πλησμίως, |
| ἥτις ἐσσομένοισι μετ’ ἀνθρώποισιν ἔσται, |
| ἀοιδὰς ἰάχουσα, ἀληθοῦς σ(ωτη)ρίης· |
| ἔστων δ’ οὗτοι, κυδάλιμοι γρηγόριοι δύο· |
| νυσσαέων ὁ πρόεδρος καὶ ὃς ἀνὰ πᾶσαν γῆν, |
| λάμψε θεηγορίη, διδάγμασι τε θεοῖο· || |
| ἄραρε τῆσδε λύρας τετραχόρδοιο φθόγγω, |
| καὶ πέτρος ἀλεξάνδροιο, ὃς λάχε πτολίεθρον· |
| πρὸς δ’ αὖ, διονύσιος ἀχαιῶν ὄρχαμος ἱερός· |
| τοίην οὐ(ρα)νίην κατηστέρισαν πυκτίδα, |
| ἄναξ ἠδὲ π(ατ)ριάρχης, ῥώμης συνοχῆες· |
| ὅσοι γοῦν ὁράατε ἀπλανῶς διὰ ταύτης· |
| κανονικὰ θεσπίσματα πιστῶν δευτέρα φῶτα, |
| καὶ νόμιμ’ ἐκσφαιρισθέντα τῆς συστοιχίας, |
| λιτάζεσθε θεοῖο τρισυπόστατον φῦσιν· |
| ἣ πόλον ἐστερέωσεν ἴδ’ ἄστρων ἄπλετα φύλα· |
| εὐσεβέσι μὲν κείνοις· ἀρχιερεῖ βασιλεῖ τε |
| οἳ ταῖς δ’ ἐν μεμβράναισι πόλον ἐξετάνυσαν· |
| ἠὺ δέριν κατὰ δα(υὶ)δ ἀσματογραφῆαν, |
| ἀϊδίην πορσύναι οὐρανῶν βασιλείην· |
| τῶ δ’ αὖ ἀντιοχείης ταπεινῶ π(ατ)ριάρχη· |
| βαλσαμὼν θεοδώρω ὃς τῶνδ’ οὐρανίων |
| σωμάτων τολύπευσεν ἀπειρεσίους δυνάμεις· |
| πλανήτων τε νόμων ὑποχθονίην κατάδυσιν· |
| πρὶν λάχε θρόνον ἀντιοχείης πάρος κυδρῆς· |
| σ(ωτη)ρίην ψυχῆς· ταύτης γὰρ πέρι θρηνεῖ:· +++ |