Occurrence 22399
(formerly occ/6305)

Στίχοι
 
Ἀστέρες ὡς πολύφωτοι, ἀφεγγους ὄμματα νυκτός,
κανόνες ἐκγεγάασιν ἐρικυδέων κηρύκων
θεσπεσίων πατέρων τε πρικλυτέα θεσπίσματα,
ἀλλ’ οὕτω τελέθοντες ἀπλανεῖς οὐρανοβάται,
παύροις ἐν πεδίοισιν ἱλαδὸν ἔτελλον φῶτα.
τοὶ γὰρ ἀντολίηθεν ἐωσφόροι ἀμφανέντες,
κεῖσε πανημέριοι λάμπον καὶ κατὰ νύκτα,
ἄλλοι δ’ ἑσπερίοισιν ἐνὶ μερόπεσι φῦντες,
τάων κατεσάωσαν ἁμαρτίην ἐρεβεκτήν.
μῆνις γὰρ κρυόεσσα διοτρεφέων βασιλήων,
καὶ τούς τ’ εὐδρομέοντας ἐπὶ τόπον ἴσχανε τυτθόν,
Ὠκεανὸς δ’ οὓς γείνατο παγχθονίης συνοδικῆς,
τούτους ἐν βεμβράναις, ὥς γ’ ἐν σήμασι θνητοῦ,
κατὰ Μωσῆν ἰσόθεον, φαραοκτόνον ἐσθλόν,
μήτηρ κάτθετο κυδρή, ὀψιγόνοις μέγ’ ὄνειαρ.
εὐτὰρ οὐδὲ μαχεύμενοι ἔσχον ἑτάρων ἰσχύν·
ἴσχανε γὰρ σύμπνοιαν ἀφιλτέρα διάστασις.
ἄναξ εὐρυμέδων δε κραταιὸς πάνσοφος Λέων,
καὶ Φώτιός τ’, ἀγακλυτὸς πατριάρχης,
τὴν δ’ οὐρανίην τετραγωνίσαντες σφαῖραν
τέτταρα κατὰ κλίματα ἠδὲ μέτρα πάσης γῆς,
κανόσιν, ὡς ἄστρασιν ἀπλανέσιν ἠδὲ πλανήταις,
πρὸς δὲ νόμοις ἠπείροιο λευκαίνουσι κελεύθους,
ῥεῖα κατηστέρησαν σοφίῃ τε φραδμοσύνῃ τε.
ἑπτάπολον σφαῖραν γάρ, ἠΰ θ’ ὁρίζοντ’ ἀγλαόν,
ἑπτάδα τ’ ἀθέσφατον ἀειστρεφέων πλανήτων,
ἑπτὰ παγχθονίων συνόδων κανόνας ὁλολαμπεῖς
ἐνθάδε προΐαψαν ἀειφανῶς ἀνατέλλειν.
ὡς δύο καὶ δέκαδε ψυχοτροφέας αὖ ἀστέρας,
(ζῴδια τοὺς καλέουσιν ἀμύμονες οὐρανοφάνται)
δώδεκα κηρύκων ζαθέων κανόνας, ἰδ’ ἐφετμάς
λάμπειν ἐν μερόπεσσι πλανήταις τετάχατον.
ἴδῃς, ἢν θέλῃς, καὶ Πληιάδων ἑπτάδα,
αὐγὰς ὣς προχέουσαν ἀειλαμπεῖς ἐνὶ κόσμῳ,
ῥεῖα θεοπρόπια ἑπτὰ συνόδων ἁγίων,
ἃς τοπικὰς φάσκουσιν ἀληθεῖς ἱεροφάνται.
ἄθρει καὶ πόλον αὖτε νότιον νειλοτροφῆα,
κύδιμον Ἀθανάσιον ἐρίηρόν τε Κύριλλον,
ἀστέρας Ἀλεξανδρείης, ὄμματα Λιβύης,
καὶ πόλον ἠδὲ βόρειον Καππαδοκήων πατέρα,
Βασίλειον πάμμεγαν, ἄτρυτον ἀσεβοφόντην,
Ναὶ μὴν καὶ θρασυκάρδιον Ὠρίωνα κρατερόν,
Ἰωάννην Χρυσόστομον, ἀντιοχῄων κρηπίδα,
Ἄρτεμιν ὣς σφάττοντα βασιλιὴν Εὐδοξίαν,
οὔνεκα χήρας οἰνοτόκον λωβήσατο γαῖαν.
ἔστι καὶ λύρα τετράχορδος ταῖςδ’ ἐνὶ μολπαῖς
θείου πνεύματος αὔρῃ πληττομένη πλησμίως,
ἥτις ἐσσομένοισι μετ’ ἀνθρώποισιν ἔσται
ἀοιδὰς ἰάχουσα ἀληθοῦς σωτηρίης.
ἔστων δ’ οὗτοι κυδάλιμοι Γρηγόριοι δύο,
Νυσσαέων ὁ πρόεδρος καὶ ὃς ἀνὰ πᾶσαν γῆν (in marg. adp.)
λάμψε θεηγορίῃ, διδάγμασι τε θεοῖο.
ἄραρε τῆσδε λύρας τετραχόρδοιο φθόγγῳ
καὶ Πέτρος, Ἀλεξάνδροιο ὃς λάχε πτολίεθρον,
πρὸς δ’ αὖ Διονύσιος, Ἀχαιῶν ὄρχαμος ἱρός.
τοίην οὐρανίην κατηστέρισαν πυκτίδα
ἄναξ, ἠδὲ πατριάρχης Ῥώμης συνοχῆες.
ὅσοι γοῦν ὁράατε ἀπλανῶς διὰ ταύτης
κανονικὰ θεσπίσματα, πιστῶν δεύτερα φῶτα,
καὶ νόμιμ’ ἐκσφαιρισθέντα τῆς συστοιχίας,
λιτάζεσθε θεοῖο τρισυπόστατον φύσιν,
ἣ πόλον ἐστερέωσεν ἴδ’ ἄστρων ἄπλετα φύλλα,
εὐσεβέσι μὲν κείνοις, ἀρχιερεῖ βασιλεῖ τε,
οἳ ταῖς δ’ ἐν βεμβράναισι πόλον ἐξετάνυσαν,
ἠῢ δέριν, κατὰ Δαυῒδ ἀσματογραφῆα,
ἀϊδίην πορσύναι οὐρανῶν βασιλείην.
τῷ δ’ αὖ Ἀντιοχείης ταπεινῷ πατριάρχῃ
Βαλσαμῶν Θεοδώρῳ, ὃς τῶνδ’ οὐρανίων
σωμάτων τολύπευσεν ἀπειρεσίους δυνάμεις
πλανήτων τε νόμων ὑποχθονίην κατάδυσιν,
πρὶν λάχε θρόνον Ἀντιοχείης πάρος κυδρῆς,
σωτηρίην ψυχῆς˙ ταύτης γὰρ πέρι θρηνεῖ.
Type(s) [5457] Ἀστέρες ὡς πολύφωτοι, ἀφεγγοῦς ὄμματα νυκτός, (72 verses)
Text source K. Horna 1903, Die Epigramme des Theodoros Balsamon, Wiener Studien, 25, 165-217: 202-204
Text status Text completely known
Date 11th-13th c.
Manuscript VIENNA - Österreichische Nationalbibliothek (ÖNB) - jur. gr. 5 [11th-13th c.]
Place in Manuscript (unsure) f. 1r-2r
Palaeographical information 24 ήδὲ πλανήταις eras. in cod.
Metre(s) Dactylic hexameter
Genre(s) Author-related epigram
Subject(s)
Comment The text was reconstructed from the apparatus criticus that accompanies Horna (1903: (202-204)). It seems rather odd that Hunger (1969: 9) refers to Rhalles-Potles (I. 1-3) and does not make use of Horna's edition which was based on manuscript Wien jur. 5.
Image source(s) http://www.csntm.org/Manuscript/View/GA_Lect_45
Bibliography
Number of verses 72
Related occurrence(s)
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/22399
Last modified: 2020-12-17.