Type 5376
(formerly typ/3410)
Ὃ μὲν τύχη δείκνυσι, καλύπτει χρόνος· | |
ὅ δὲ χρόνος δίδωσιν, ἁρπάζει φθόνος· | |
ἀλλὰ τὸν Ἀλέξανδρον αἰδοῖ τῶν πόνων | |
τύχη μὲν ἀπέφηνε παντὸς βελτίω, | |
χρόνος δὲ λαβὼν ὑπερέσχε τοῦ φθόνου. | |
Αἱ γὰρ ἀγαθαὶ τῶν φιλιστόρων φύσεις | |
λαθεῖν ἀγεννῶς οὐκ ἐῶσι τὸν μέγαν, | |
ἐπείπερ αἱ μὲν δεξιοῦνται τοῖς λόγοις, | |
αἱ δὲ χρόαις γράφουσι τὸν στεφανίτην· | |
παγκόσμιος γὰρ εὐτυχεῖ τοῦτον πίναξ | |
τοῖς ἀνδραγαθήμασιν ἐστηλωμένον. | |
Ἔγωγε μὴν τὸν ἄνδρα καὶ πρὶν θαυμάσας | |
νῦν μᾶλλον ὑμνῶ τῆς πολυζήλου τύχης. | |
Ἔτι γὰρ ἡβῶν τῶν γερόντων ἐκράτει, | |
καὶ χρημάτων ἤσκησεν ὑπεροψίαν, | |
ἀρχὴν ἑαυτῷ παγγενῆ θησαυρίσας, | |
καὶ πταιστὸς ὢν ἄπταιστος εὐθὺς εὑρέθη· | |
καὶ γυμνάσας τὸ σῶμα τοῖς ὑπὲρ φύσιν | |
μόνος τὸ πᾶν κατέσχεν ἀπτέρῳ τάχει· | |
αὐτῷ δὲ τῆς γῆς οὐκ ἀποχρώσης ὅλης, | |
καὶ δευτέραν δήπουθεν ἐζήτει κτίσιν· | |
κἂν εἶχεν αἰθὴρ δυσμενεῖς ἀπροσμάχους, | |
ἐκ μηχανῆς ἂν εἷλε κἀκείνους τάχα. | |
Πλουτεῖ δὲ νυνὶ καὶ τελευτήσας φίλους | |
οὓς ἂν περιὼν ἦγεν αὐτὸς ἐν φίλοις. | |
Πατρικιώτης μαρτυρεῖ λέγοντί μοι. | |
Καὶ τόνδε γὰρ ἔδειξε λαμπρὸν ὁ χρόνος | |
ἐν τῇ καθ’ αὑτὸν ὀλβιούμενον φύσει· | |
ὃς ὢν φιλαλέξανδρος ἁπάντων πλέον, | |
μᾶλλον δὲ φιλότιμος ἐκ τῶν πρακτέων, | |
μικροῦ μὲν αὐτὸν πανταχοῦ ζῶντα βλέπει, | |
καὶ τὴν πρὸς ἐχθροὺς δραστικὴν τύχην πνέει, | |
φανεὶς ἐφ’ ἡμῶν συμφυὴς Ἡφαιστίων. | |
Γράφειν δὲ καὶ πρὸς μέτρον ὑπήλειψέ με | |
τὰς τοῦ μοναρχήσαντος ἀνδραγαθίας. | |
Ἐτίμα γὰρ δὴ καὶ τὰ μέτρα τῶν στίχων | |
ὁ φιλομουσότατος εὐθὺς ἐκ βρέφους· | |
πάντως δὲ ναρκᾶν οὐδαμῶς ἦν τὸν φίλον, | |
τοσοῦδε θεσπίζοντος ἀνδρὸς τὸ γράφειν, | |
καὶ τὸν πολυθρύλλητον ἐκφράζειν βίον. | |
Ὃ γὰρ ἐκεῖνος ἔδρα τοὺς παλαιτέρους, | |
τοῦτ’ αὐτὸς ἀντείληφεν ἐκ τῶν ὑστέρων· | |
καὶ τοὺς λόγους μάλιστα σεμνύνειν θέλων | |
ἐν τῇ δυνάμει τῶν λόγων σεμνύνεται· | |
πλὴν ἀλλὰ νικᾷ πανταχοῦ καὶ τοὺς λόγους. | |
Καὶ γὰρ τὸ νικᾶν ὥσπερ ἐξ ἔθους ἔχων | |
ὁ τρισαριστεὺς ἀντιπίπτει τοῖς κρότοις. | |
Οὐ μὴν σιγῇ τὸν ἄνδρα παρελθεῖν δέον, | |
ὃς καὶ πρὸς ἐχθροὺς εὐμενὴς ἦν ἔσθ’ ὅτε, | |
παντὸς μίσους ἄγευστον ἀθρῶν τὸ κράτος. |
Last modified: 2023-06-05.