Occurrence 21225
(formerly occ/4962)

τοῦ φιλῆ κυροῦ μανουῆλ τοῦ ἐφεσίου· | στίχ(οι) εἰς τὸν βασιλέα ἀλέξανδρον:·
 
μὲν τύχη δείκνυσι, καλύπτει χρόνος·
ὁ δὲ χρόνος δίδωσιν, ἁρπάζει φθόνος·
ἀλλὰ τὸν ἀλέξανδρον, αἰδοῖ τῶν πόνων·
τύχη μὲν ἀπέφηνε παντὸς βελτίω·
χρόνος δὲ λαβὼν ὑπερέσχε τοῦ φθόνου·
αἱ γὰρ ἀγαθαὶ τῶν φιλιστόρων φύσεις,
λαθεῖν ἀγεννῶς οὐκ ἐῶσι τὸν μέγαν·
ἐπείπερ αἱ μὲν, δεξιοῦνται τοῖς λόγοις,
αἱ δὲ, χρόαις γράφουσι τὸν στεφανίτην·
παγκόσμιος γὰρ εὐτυχεῖ τοῦτον πίναξ,
τοῖς ἀνδραγαθήμασιν ἐστηλωμένον·
ἔγωγε μὴν τὸν ἄνδρα καὶ πρὶν θαυμάσας,
νῦν μᾶλλον ὑμνῶ τῆς πολυζήλου τύχης·
ἕτι γὰρ ἡβῶν, τῶν γερόντων ἐκράτει·
καὶ χρημάτων ἤσκησεν ὑπεροψίαν,
ἀρχὴν ἑαυτῷ παγγενῆ θησαυρίσας·
καὶ πταιστὸς ὢν, ἄπταιστος εὐθὺς εὑρέθη·
καὶ γυμνάσας τὸ σῶμα τοῖς ὑπὲρ φύσιν,
μόνος τὸ πᾶν κατέσχεν ἀπτέρῳ τάχει·
αὐτῷ δὲ τῆς γῆς οὐκ ἀποχρώσης ὅλης,
καὶ δευτέραν δήπουθεν ἐζήτει κτίσιν·
κἂν εἶχεν αἰθὴρ δυσμενεῖς ἀπροσμάχους,
ἐκ μηχανῆς ἂν εἷλε κἀκείνους τάχα·
πλουτεῖ δὲ νυνὶ καὶ τελευτήσας φίλους,
οὓς ἂν περιὼν ἦγεν αὐτὸς ἐν φίλοις·
πατρικιώτης μαρτυρεῖ λέγοντί μοι·
καὶ τόνδε γὰρ ἔδειξε λαμπρὸν ὁ χρόνος·
ἐν τῇ καθ’ αὑτὸν ὀλβιούμενον φύσει·
ὃς ὢν φιλαλέξανδρος ἁπάντων πλέον· ||
μᾶλλον δὲ φιλότιμος ἐκ τῶν πρακτέων,
μικροῦ μὲν αὐτὸν πανταχοῦ ζῶντα βλέπει·
καὶ τὴν πρὸς ἐχθροὺς δραστικὴν τύχην πνέει,
φανεὶς ἐφ’ ἡμῶν συμφυὴς ἡφαιστίων·
γράφειν δὲ καὶ πρὸς μέτρον ὑπήλειψέ με,
τὰς τοῦ μοναρχήσαντος ἀνδραγαθίας·
ἐτίμα γὰρ δὴ καὶ τὰ μέτρα τῶν στίχων
ὁ φιλομουσότατος εὐθὺς ἐκ βρέφους·
πάντως δὲ ναρκᾶν οὐδαμῶς ἦν τὸν φίλον·
τοσοῦδε θεσπίζοντος ἀνδρὸς τὸ γράφειν·
καὶ τὸν πολυθρύλλητον ἐκφράζειν βίον·
ὃ γὰρ ἐκεῖνος ἔδρα τοὺς παλαιτέρους,
τοῦ τ’ αὐτὸς ἀντίληφεν ἐκ τῶν ὑστέρων·
καὶ τοὺς λόγους μάλιστα σεμνύνειν θέλων,
ἐν τῆ δυνάμει τῶν λόγων σεμνύνεται·
πλὴν ἀλλὰ νικᾶ πανταχοῦ καὶ τοὺς λόγους·
καὶ γὰρ τὸ νικᾶν ὥσπερ ἐξ ἔθους ἔχων,
ὁ τρισαριστεὺς ἀντιπίπτει τοῖς κρότοις·
οὐ μὴν σιγῆ τὸν ἄνδρα παρελθεῖν δέον·
ὃς καὶ πρὸς ἐχθροὺς εὐμενὴς ἦν ἔσθ’ ὅτε,
παντὸς μίσους ἄγευστον ἀθρῶν τὸ κράτος:+
Type(s) [5376] Ὃ μὲν τύχη δείκνυσι, καλύπτει χρόνος (50 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 15th c.
Manuscript MILAN - Biblioteca Ambrosiana E 11 inf. [15th c.]
Place in Manuscript f. 247r
Palaeographical information Written in two columns.
Title written in red ink.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s) Alexander the Great of Pella < Central Macedonia < Greece (356 BC - 323 BC)
Comment Martini-Bassi (1906: 1082): 'Manuelis Philae στίχοι εἰς τὸν βασιλέα ἀλέξανδρον:. et μεταφραστικοὶ, ἀπό τινος τῶν τοῦ λουκιανοῦ λόγων· εἰς εἰκόνα etc. (Miller, II pp. 334-337)'.
Bibliography
Number of verses 50
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/21225
Last modified: 2021-02-10.