Occurrence 24939
(formerly occ/8937)

Τοῦ φιλῆ κυρ μανουὴλ τοῦ ἐφεσί(ου) στίχοι εἰς τὸν βασιλέ(α) ἀλέξανδρον
 
Ὃ μὲν τύχη δείκνυσι, καλύπτει χρόνος·
ὃ δὲ χρόνος δίδωσιν ἁρπάζει φθόνος·
ἀλλὰ τ(ὸν) | ἀλέξανδρον αἰδοῖ τῶν πόνων,
τύχη μ(ὲν) ἀπέφηνε παντὸ(ς) βελτίω.
χρόνος δὲ λαβ(ὼν) ὑπερέσχε | τοῦ φθόνου.
αἱ γὰρ ἀγαθαὶ τῶν φιλοστόργων φύσεις,
λαθεῖν ἀγεννῶς οὐκ ἐῶσι τὸν μέγαν· |
ἐπείπερ αἱ μὲν δεξιοῦνται τοῖς λόγοις.
αἱ δὲ, χρόαις γράφουσι τὸν στεφανίτην·
παγκόσμιος γὰρ εὐτυχεῖ τοῦτον πίναξ,
τοῖς ἀνδραγαθήμασιν ἐστηλωμένον·
ἔγωγε μὴν τὸν ἄνδρα καὶ πρὶν θαυμάσας,
νῦν μᾶλλον ὑμνῶ τ(ῆς) πολυζήλου τύχης·
ἔτι γὰρ ἡβῶν, τῶν γερόντων ἐκράτει·
(καὶ) χρημάτων ἤσκησεν ὑπεροψίαν.
ἀρχὴν ἑαυτῶ παγγενῆ θησαυρίσας.
(καὶ) πταιστὸς ὢν, ἄπταιστος εὐθὺς εὑρέθη·
(καὶ) γυμνάσας τὸ σῶμα τοῖς ὑπὲρ φύσιν,
μόνος τὸ πᾶν κατέσχεν ἀπτέρω τάχει.
αὐτῶ δὲ τῆς γῆς οὐκ ἀποχρώσης ὅλης,
(καὶ) δευτέραν δήπουθεν ἐζήτει κτίσιν·
κἂν εἶχεν αἰθὴρ δυσμενεῖς ἀπροσμάχ(ους),
ἐκ μηχανῆς ἂν, εἷλε κακείν(ους) τάχα.
πλουτεῖ δὲ νυνὶ καὶ τελευτήσας φίλους
οὓς ἂν, περιὼν ἦγεν αὐτὸς ἐν φίλοις.
πατρικιώτης μαρτυρεῖ λέγοντί μοι·
(καὶ) τόνδε γὰρ ἔδειξε λαμπρὸν ὁ χρόνος,
ἐν τῆ καθ’ αὑτὸν ὀλβιούμενον φύσει·
ὃς ὢν φιλαλέξανδρος ἁπάντ(ων) πλέον,
μᾶλλον δὲ φιλότιμος ἐκ τῶν πρακτέων,
μικροῦ μὲν αὐτ(ὸν) πανταχοῦ ζῶντα βλέπει.
καὶ τὴν πρὸς ἐχθροὺς δραστικὴν τύχην πνέει.
φανεὶς ἐφ’ ἡμῶν συμφυὴς ἡφαιστίων.
γράφειν δὲ καὶ πρὸ(ς) μέτρον ὑπήλειψέ με,
τὰς τοῦ μοναρχήσαντος ἀνδραγαθί(ας).
ἐτίμα γὰρ δὴ καὶ τὰ μέτρα τῶν στίχων,
ὁ φιλομουσότατος εὐθὺς ἐκ βρέφ(ους)·
πάντ(ως) δὲ ναρκᾶν οὐδαμ(ῶς) ἦν τὸν φίλον,
τοσοῦδε θεσπίζοντος ἀνδρὸ(ς) τὸ γράφ(ειν).
καὶ τὸν πολυθρύλλητον ἐκφράζειν βίον·
ὃ γὰρ ἐκεῖνος ἔδρα τοὺς παλαιτέρους,
τοῦτ’ αὐτὸς ἀντείληφεν ἐκ τῶν ὑστέρων·
καὶ τοὺς λόγους μάλιστα σεμνύνειν θέλων,
ἐν τῆ δυνάμει τῶν λόγων σεμνύνεται·
πλὴν ἀλλὰ νικᾶ πανταχοῦ (καὶ) τ(οὺς) λόγους.
(καὶ) γὰρ τὸ νικᾶν ὥσπερ ἐξ ἔθους ἔχων,
ὁ τρισαριστεὺς ἀντιπίπτει τοῖς κρότοις.
οὐ μὴν σιγῆ τὸν ἄνδρα παρελθεῖν δέον·
ὃς (καὶ) πρὸ(ς) ἐχθροὺς εὐμενὴς ἦν ἔσθ’ ὅτε,
παντὸ(ς) μέσους ἄγευστον ἀθρῶν τὸ κράτος:-
Type(s) [5376] Ὃ μὲν τύχη δείκνυσι, καλύπτει χρόνος (50 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 15th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 1642 [15th c.]
Place in Manuscript f. 276v-277r
Palaeographical information Title and initial in red. The first seven verses are written in continuo, the rest is correctly divided.
Contextual information The epigram follows an excerpt from Diodorus Siculus on the death of Alexander the Great.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s) Alexander the Great of Pella < Central Macedonia < Greece (356 BC - 323 BC)
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b10722112k/f289
Number of verses 50
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/24939
Last modified: 2020-03-19.