Type 6630
(formerly typ/4530)
| Θάλαμος ἰδοὺ νυμφικὴν φέρων κλίνην, | |
| Ἐφ’ ἧς ἀτεχνῶς εὐπρεπὴς ἡ Ῥωξάνη· | |
| Σκοπεῖ δὲ τὴν γῆν ὡς ὑπ’ αἰδοῦς ἡ κόρη, | |
| Μὴ πρὸς τὸν Ἀλέξανδρον ἑστῶτα βλέπῃ. | |
| Ἔρως δέ τις πάρεστιν ἐξ ὀπισθίου, | |
| Καὶ τῆς κεφαλῆς τὴν καλύπτραν ἑλκύσας | |
| Τῷ νυμφίῳ δείκνυσι τὴν ποθουμένην. | |
| Ἄλλος δ’ ἀφαιρεῖ τοῦ ποδὸς τὴν ἀρβύλην, | |
| Δουλοπρεπεῖ σχήματι καμφθεὶς εἰς γόνυ. | |
| Ταύτην γὰρ ἂν βούλοιτο καὶ κατακλίνειν. | |
| Ἄλλος δὲ τῆς χλανίδος αὐτὸν ἀρπάσας, | |
| Ἕλκει πρὸς αὐτὴν ἐμβριθῶς τὴν Ῥωξάνην. | |
| Ὁ γοῦν βασιλεὺς γειτνιῶν τῇ παρθένῳ | |
| Πρὸ τοῦ γάμου στέφανον εὐθὺς εἰσφέρει· | |
| Καὶ νυμφαγωγῶν συμπαρῆν Ἡφαιστίων· | |
| Ὃς ἀπερεισθεὶς εἰς τὸ μειρακύλλιον, | |
| Τὸ φαιδρὸν, ὦ βέλτιστε, καὶ βρύον τόδε | |
| (Πρὸς γὰρ τὸν Ὑμέναιον ἡ τέχνη βλέπει), | |
| Γαμηλίου δείκνυσι πυρσοὺς λαμπάδος. | |
| Ἄλλοι δ’ ἔρωτες αὖθις ἡδεῖς ἐκτόπως | |
| Ἐν τοῖς ὅπλοις παίζουσι τοῖς τοῦ νυμφίου. | |
| Οἱ μὲν γὰρ αὐτῶν, ὡς ὁρᾶν ἔχεις, δύο | |
| Κατωμαδὸν φέρουσιν αὐτοῦ τὸ ξίφος. | |
| Ἄλλοι δὲ δύο τῶν βασιλέων ἕνα | |
| Ἡττημένον σύρουσιν ἐκ τῆς ἀσπίδος, | |
| Λαβόντες αὐτῆς τὰς ἀπὸ σκύτους πέδας. | |
| Εἷς δ’ ἄλλος εἰσδὺς ὕπτιον τὸν θώρακα | |
| Τάχα τὸν ἐσμὸν ἐκταράξει τῶν φίλων, | |
| Ὅταν ἐπ’ αὐτὸν ἡ ῥοπὴ τούτους φέρῃ. | |
| Πλὴν οὐ γραφὴ καὶ μῦθος ἁπλῶς ἃ βλέπεις· | |
| Ἀλλ’ ἔστιν εὑρεῖν ἀπὸ τῶν ὁρωμένων | |
| Ὡς αὐτὸς Ἀλέξανδρος ἐλθὼν εἰς γάμους | |
| Τῶν ἀρεϊκῶν εἴχετο σπουδασμάτων. |
| Title(s) | Τοῦ αὐτοῦ μεταφραστικοὶ ἀπό τινος τῶν τοῦ Λουκιανοῦ λόγων εἰς εἰκόνα ἔχουσαν ἐζωγραφημένον τὸν τοῦ Ἀλεξάνδρου γάμον |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | Text-related epigram |
| Person(s) | |
| Metre(s) | Dodecasyllable |
| Subject(s) | Alexander the Great of Pella < Central Macedonia < Greece (356 BC - 323 BC) |
| Bibliography |
Bibliography category to be determined E. Miller, 1857, Manuelis Philae Carmina (vol. 2), Amsterdam: |
| Number of verses | 33 |
| Occurrence(s) |
|
| Related type(s) | [5376] Ὃ μὲν τύχη δείκνυσι, καλύπτει χρόνος (50 verses) (Same cycle) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | |
| Permalink | https://www.dbbe.ugent.be/types/6630 |
Last modified: 2023-06-05.
