Type 4399
(formerly typ/2501)
Οἱ φιλόχριστοι καὶ φιλόψυχοι πάντες | |
καὶ τὸν Θεὸν φέροντες ἐν τῇ καρδίᾳ, | |
μέμνησθε τινός, πλὴν πάθους, Βασιλείου, | |
τῷ πόθῳ κτησαμένου τὴν δέλτον ταύτην | |
εἰς λύτρον, εἰς ἄμειψιν ἁμαρτημάτων, | |
εἰς ἀποτροπὴν πάντων τῶν ἐναντίων· | |
ἐτελέσθη γὰρ τῷ ὄντι μεγαλεῖον | |
ἔτους πέλουσα ἑξάκις χιλιάδος | |
νῦν καὶ πεντακόσ' ἑξήκοντα καὶ θῆτα, | |
ἰνδικτιῶνος δὲ τεσσαρακαιδεκάτης, | |
βασιλεύοντος Δουκὸς τοῦ Κωνσταντίνου | |
καὶ Εὐδοκίας τῆς τούτου γὰρ συνεύνου, | |
παῖδα ἔχοντες Κωνστάντιον τὸν μέγαν. |
Last modified: 2025-04-30.