Type 33727
| Ἄμαχον ὅπλον τὴν φύσιν τοῖς ἐν φύσει | |
| εἰδὼς, βασιλεῦ, ἄφθιτον κράτος φέρεις· | |
| τὴν γὰρ ξύναιμον κάραν καὶ παμφιλτάτην, | |
| ἐπανιοῦσαν ἐκ δρασμοῦ τε καὶ πλάνης, | |
| ἰδὼν χαριστήρια τῷ θεῷ θύεις· | |
| τερφθεὶς ἀπείρως ἢ νίκαις ταῖς μυρίαις· | |
| ἡ φύσις ὄντως οἶδε φιλυποστρόφως | |
| φέρειν ἐπ’ αὐτὴν γνησίως καὶ συλλέγειν | |
| ἀπορραγέντα τὰ μέλη συμφυΐας. |
Last modified: 2024-01-09.
