Type 3091
(formerly typ/1209)
| Ἔγραψε ταύτην τὴν πανίερον δέλτον | |
| ὁ Λαυρέντιος αἰμύλος μονοτρόπος, | |
| πεισθεὶς κελεύσει καθηγέτου τιμίου | |
| μάνδρας λογικῆς τῆς τῶν Καλαμιτζίων | |
| Κυπριανοῦ στέργοντος θεὸν ἀμέτρως, | |
| ὃς ἐφθαρμένης οὔσης τῆς πρωτοτύπου | |
| ἑῇ δαπάνῃ ἀνεκτήσατο ταύτην | |
| πολλῇ τε σπουδῇ καὶ διαπύρῳ πόθῳ, | |
| ὥς τι δὲ θεῖον καὶ σεβάσμιον δῶρον | |
| τέθεικε τῷδε τῷ ὑπ᾽ αὐτοῦ σεμνείῳ | |
| εἰς δόξαν εἱς ἔπαινον τῆς μακαρίας | |
| καὶ ἀρχιφώτου ζωαρχικῆς τριάδος, | |
| ἣν εὐμενῆ ἕξοιεν ὅταν τῶν τῆδε | |
| πρὸς τὴν ἐκεῖθεν μεταστῇ κληρουχίαν, | |
| ἔχων εἰς τοῦτο θερμῶς ἐκλιπαροῦντα | |
| τὴν σφῶν πατέρων πάνσεπτον ξυνωρίδα | |
| τὸν λαμπρὸν ἐν θαύμασι θεῖον λαμπτῆρα | |
| τῆς ἐκκλησίας Νικόλαον τὸν μέγαν | |
| καὶ Κυπριανὸν τὸ μονοτρόπων στέφος | |
| τὸν ἁγλαΐαις θαυμάτων παραδόξων | |
| καταλαμπρύνον τὸ περίγεοιν ἅπαν· | |
| εὗρε δὲ τέλος ἕκτης χιλιοντάδος | |
| ἄρτι τρεχούσης, πεντήκοντα σὺν ταύτῃ | |
| πρὸς τοῖς ἑκατὸν ἑπτὰ συμμετρουμένοις | |
| μαρτίῳ πρὸς τήν μέσην μηνὸς τοῦ χρόνου. |
Last modified: 2024-09-10.
