Occurrence 18876
(formerly occ/2278)
ἔγραψε ταύτ(...) (...)ν πανίερ(ον) δέλτον, | |
ὁ λαυρέντιο(ς), αιμύλο(ς) μονοτρόπο(ς)· | |
πεισθ(εὶς) κελεύσει, καθηγέτου τιμίου, | |
μάνδρ(ας) λογικ(ῆς), τ(ῆς) τῶν καλαμιτζίων· | |
κυπριανοῦ στέργοντο(ς) θ(εὸ)ν ἀμέτρως· | |
ὃς ἐφθαρμένης, οὔσ(ης) τ(ῆς) πρωτοτύπου. | |
ἑῆ δαπάνη, ἀνεκτήσατο ταύτ(ην)· | |
πολλῆ τῆ σπουδῆ, (καὶ) διαπύρω πόθω· | |
ὥς τι (δὲ) θεῖον, (καὶ) σεβάσμιον δῶρον, | |
τέθεικε τῶδε, τῶ ὑπ᾽ αὐτοῦ σεμνείω· | |
εἰς δόξαν εἱς ἔπαιν(ον) τ(ῆς) μακαρίας· | |
(καὶ) ἀρχιφώτου, ζωαρχικ(ῆς) τριάδο(ς)· | |
ἣν εὐμενὴ ἕξοιεν ὅταν (...) τῆδε· | |
πρὸ(ς) τ(ὴν) ἐκεῖθ(εν) μεταστῆ κληρουχίαν· | |
ἔχων εἰς τοῦτο θερμ(ῶς) ἐκλιπαροῦντα· | |
τ(ὴν) σφῶν πατέρων, πάνσεπτον ξυνωρίδα· | |
τ(ὸν) λαμπρ(ὸν) ἐν θαύμασι θεῖον λαμπτῆρα, | |
τ(ῆς) ἐκκλησί(ας) νικόλαον τὸν μέγαν: | |
(καὶ) κυπριαν(ὸν) τὸ μονοτρόπ(ων) στέφος· | |
τ(ὸν) ἀγλαΐας, θαυμ(ά)τ(ων) παραδόξ(ων)· | |
κ(α)ταλαμπρύνον, τὸ περίγεοιν ἅπαν· | |
εὗρε (δὲ) τέλος, ἕκτ(ης) χιλιοντάδο(ς)· | |
ἄρτι τρεχούσ(ης), πεντήκοντα σὺν ταύτη· | |
πρὸ(ς) τ(οῖς) ἑκατὸν ἑπτὰ συμμετρουμ(έν)(οις) | |
μαρτίω πρὸ(ς) τ(ήν) μέσ(ην) μηνὸ(ς) τοῦ χρόνου: |
Last modified: 2024-09-10.