Type 2832
(formerly typ/932)
| Εἰλήφει χρηστόν, ἥδε πυκτὶς τὸ τέρμα, | |
| πρὸς Λαυρεντίου, χειρὸς τληπαθεστάτου | |
| μεταγραφεῖσα, ἐκ τῶν τοῦ Καλυβήτου, | |
| βίβλων τῆς μονῆς, τῆς ἐν τῷ Ῥουσιάνῳ, | |
| συνεργὸν εὑρών, ἀγαθουργὸν τ᾽ ἀλείπτην, | |
| τὸν ἐν πατρᾶσι, σεμνὸν ἱγλαϊσμένον, | |
| Νήφωνα Θεόν, στέργοντα πολλοῦ πόθου· | |
| ὃς ἐκπλεύσαι με ἐκεῖ παρασκευάσας, | |
| πείθει προθύμως μικρὸν προσκατερήσαι, | |
| καὶ τῇ σπουδῇ χρήσασθαι τῇ μεταγράψει, | |
| ἀνθ᾽ ὑποστρέψας δ᾽ αὖθις δεύτερον γράφειν, | |
| κόπου σὺν πολλοῦ, καὶ διαπύρου πόθου, | |
| εἰς κάλλος ὡς ἴς, οὐκ ὤκνησα καὶ κόσμον | |
| καὶ δὴ τοὺς ταύτη, προσομιλοῦντας πάνυ, | |
| λίσσομαι Χριστόν, ὑπὲρ ἀμφοῖν λιτάζειν, | |
| τοῦ προτρέψαντος καὶ τοῦ ξύσαντος πόνου, | |
| εὑρεῖν εὐμενῆ, ὅτε κρινεῖ τὴν κτίσιν, | |
| καὶ τῆς μερίδος τυχεῖν τῶν σωζομένων | |
| ἔτυχε δ᾽ ἔτος, ἓξ τῶν χιλιοντάδων | |
| ἑπτακοσίων σαρακοστοῦ ὀγδόου | |
| ἰνδικτιόνης δεκάτης τρίτης οὖσης. |
Last modified: 2021-11-09.
