Type 2826
(formerly typ/925)
Τὸ τέρμα θείας τῆσδε πληρώσας βίβλου | |
τοῦ Δόξα πατρὶ ῥητορευούσης λίαν | |
καὶ ἱστορούσης μέροπος πᾶσαν πλάσιν, | |
δόξαν ἀγαθῷ καὶ πρυτάνει τῶν ὅλων | |
Χριστῷ Θεῷ μου προσφέρω παντουργέτῃ· | |
γέγραφα καὶ γάρ ἅπασαν κατὰ μέρος | |
τοῦ παραδείσου καὶ μέροπος τὴν πλάσιν, | |
τὸ πῶς, διατί, τὶ πέπονθεν ἐν πᾶσι, | |
πῶς πάλιν ἐκλήρωσε πείραν θανάτου, | |
τὶ τὸ ξύλον πέφυκε βρώσεως πλάνη, | |
ἄλλα ποθειτά κρεῖττον ἢ πολυτίμων | |
λίθων, σαμφείρων ἢ χρυσῶν πολυπλόκων. | |
πάντα γέγραφα συνδρομῇ τοῦ ποιμένος | |
μονῆς ὁσίας θείας ἀκροτηρίου, | |
Σωτῆρος αὐδῶ, Λουκᾶ παναοιδίμου | |
ἀρχιμανδρίτου, πτωχοτρόφου καὶ ξένων, | |
σκέπη πενήτων, χρεία τοῖς ἄλλοις πᾶσιν, | |
ἔτους τρέχοντος κοσμικοῦ χιλιάδων | |
ἕξ σὺν ἑκατὸν ἑπτάκις τούτοις πρόσω | |
εἴκοσι καὶ ἕν, ἰδίκτου πρώτης, φίλοι, | |
μηνὶ δισέκτω, πέντε καὶ δὶς ἑξάκις. | |
ὁ Συμεών ἕξυσα τοῦ Βουλκαράμου, | |
θρέμμα Μεσίνης, μηχανικὸς ἐν τρόποις | |
αἰτῶν ἀμοιβὴν τῶν βλεπόντων ἐνθάδε | |
εὔχεσθαί μοι χάριτι τῷ πεσφαλμένῳ. |
Last modified: 2023-09-06.