Type 2396
(formerly typ/473)
Ἄναρχε Χριστέ, τῶν καλῶν ἡ ἀκρότης, | |
ὁ νύκτας ποιῶν καὶ δᾳδουχῶν ἡμέρας, | |
σκέπε, φρούρει, φύλαττε τὸν Κορίνθιον Παῦλον, | |
ὃς ἦν ἐκ μονῆς Ἀγροῦ τῶν ἀποστόλων | |
κάτοικος δ’ αὖθις θεοτόκου τοῦ Μῆλι | |
σύμπραξον ἀρχήν, συμμάχησον καὶ τέλος· | |
ἡ χεὶρ τὸ γράμμα νοῦς ἐφέλκει τοὺς λόγους, | |
τὸ πνεῦμα δ᾽ αὖθις συμπαρέσχεν τὴν σχέσιν, | |
ὡς τοῦ γράφειν ἔπαυσα τοὺς τρεῖς δακτύλους· | |
τῇ χειρί, Χριστέ, τῇ ταύτῃ χαραξάσῃ | |
παράσχου χάριν χριστὰ γράμματα γράφειν. |
Last modified: 2019-11-20.