Type 2119
(formerly typ/178)
| Χεῖρες φίλαι, κόλποι τε καὶ σύ, καρδία, | |
| ὑμῖν τὸ σεπτὸν χρῆμα πιστεύω μόνοις· | |
| ὑμεῖς λαβόντες, εὐλαβῶς τηρεῖτέ μοι | |
| τὸ μάργαρόν μου τοῦτο τὸ βρύον χάριν | |
| καὶ τῆς ἄνωθεν ἀστραπῆς πεπλησμένον, | |
| οὗ κρεῖττον οὐδὲν εὗρον ἐν τοῖς τιμίοις, | |
| οὗπερ τὸ κάλλος θαυμάσας πάντων πλέον | |
| ὡς ἔμπορος σοφός τις ἀντεκτησάμην, | |
| Τούτῳ τε πλουτῶ καὶ τρυφῶ καὶ ζῶ πλέον | |
| ἢ πᾶσιν οἷς πέφυκα χαίρειν ἐν βίῳ. | |
| Ἀλλʹ εὐαγῶς φέροιτο καὶ σώζοιτό μοι | |
| οὕτως ἄχραντον, λάμπον οὕτως εἰς τέλος. |
Last modified: 2023-10-31.
