Type 2029
(formerly typ/110)
Ὁ παρθένος τί; Τὸν τεκόντα τὸν κάτω | |
λιπών, τεκόντα τὸν Θεὸν κτᾶται μόνον. | |
Ὡς παρθένος γάρ, πρὸς τὸν ἐκ τῆς Παρθένου | |
καλοῦντα Χριστόν, οἷα συγγενὴς τρέχει. | |
Ἐντεῦθεν εἰς τὸ στῆθος Αὐτοῦ γνησίως | |
πεσών, ἐκεῖθεν τὴν ἄβυσσον λαμβάνει | |
τῆς γνώσεως καὶ πάντα πλουτεῖ τὸν κόσμον, | |
μυστηρίων ἄγνωστα καὶ τοῖς ἀγγέλοις. | |
Θεηγόρος τέταρτος οὖν Ἰωάννης | |
Εὐαγγελιστής, ἀλλʹ ἐν ὕψει δογμάτων | |
πρῶτος, μέγιστος, ἄκρος, ἀρχὴ καὶ τέλος. |
Last modified: 2020-11-25.