| + παραβολαὶ τῶν δ' εὐαγγελιστ(ῶν), δι' ἐπῶν:· | |
| Δείδω μὴ βιότοι θεμείλιον ἐν ψαμάθοισι | |
| βαλλόμενος, ποταμοῖσι (καὶ) εἰν ἀνέμοισι κεδασθῶ· | |
| ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν (καὶ) ἄκαρπον· | |
| ὧκα μ(ὲν) ἀντείλαιμι· τάχιστα (δὲ) αὖος ἔοιμι, | |
| ἠελίοιο βολῇσι τυπεὶς, (καὶ) πήμασι τυτθοῖς· | |
| ἤ με (φάγοι) πετεηνὰ, (καὶ) ἐκθλίψειαν ἄκανθαι· | |
| μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξη | |
| ζιζανίων ἀρότης τε κακῶν, (καὶ) βάσκανο(ς) ἐχθρός· | |
| μὴ δ’ ἄρ’ ὁμοῦ χλοάουσι βαλὼν ἐπὶ χεῖρα φυτοῖσ(ιν) | |
| ἐσθλοῖς, ἠδὲ κακοῖσι· πρὶν ἐν σταχύεσσι σταθῆναι· | |
| σύν που ζιζανίοισι καλὸν φυτὸν ἐξολέσαιμι· | |
| παύρωνο(ς) γ(ὰρ) τοιοῖσδε νοήμονα χεῖρ’ ἐπιθεῖναι· | |
| ἔνθ’ ἀρετὴ κακίη τε διάνδιχα ναιετάουσαι, | |
| ἀγχίθυροι γεγάασι· κακόν δ’ ἐπιτέλλεται ἐσθλῶ. || | |
| αἰνῶ τὸν ὀλίγον νάπυος σπόρ(ον), ὡς ὀλίγος μ(ὲν), | |
| δενδροῦται δὲ τάχιστα, (καὶ) ἐς τόσον ὕψος ὁδεύει· | |
| ὥστε (καὶ) ὀρνίθεσσι πέλειν σκέπας ἠερίοισι· | |
| μάργαρε τιμήει (καὶ) κύδιμε· σοῦ δ’ ἂρ’ ἔγωγε, | |
| κάλλεος ἱμείρων· μέγας ἔμπορος αἴθε γενοίμ(ην)· | |
| πάντων δ’ ὅσσα μοι ἐστὶ μέχρις πυμάτοιο χιτῶνος, | |
| ὤνιον ἀντιλάβοιμι φίλον κτέαρ· ὥς κ(εν) ἅπαντ(ας), | |
| πλούτῳ νικήσαιμι, πεπασμένος οἶος ἀπ’ ἄλλων· | |
| ἢ θησαυρὸν ἀγροῖο μυχοῖς ἐνὶ κρυπτὸν ἐόντα· | |
| οἷδα δ’ ἐγὼ (καὶ) κόσμον ἔσω πίπτοντα σαγήνης· | |
| ᾧ χ(ριστο)ῦ βασιλῆος ὑποδρήσσοντες ἐφετμαῖς, | |
| ἀν(θρώπ)ων ἀλιῆες ἑὸν λίνον ἀμφὶς ἔθηκαν· | |
| ὡς ἁλὸς ἐξερύσωσι βυθῶν· ὀπάσωσι (δὲ) χ(ριστ)ῷ· | |
| νηχομένους πικροῖς ἐνι κύμασι τοῦδε βίοιο· | |
| ἀλλ’ ὁπόταν κρίνης ἁλίην· διαδάνδιχα τέμνης, | |
| μή μ’ ἀπο τῆλε βάλοις ἀχρήϊον οἷά περ ἰχθύν· || | |
| ἄγγεσι δ’ ἐγκατάθοιο φυλασσόμενον βασιλῆϊ. | |
| ἐς μεγάλην δὲ θεοῖο καλὴν ἐριθηλέ’ ἁλωήν· | |
| ἠῶος μὲν ἔβην (καὶ) πλείονα μόχθον ἀνέτλην | |
| μισθὸν δ’ ὑστατίοισιν ἶσον (καὶ) κῦδος ἔχοιμι. | |
| τίς φθόνος, εἰ μόχθοισι πόθον θ(εὸ)ς ἀντιφερίζει· | |
| πέμπε π(ατ)ὴρ υἱῆας ἐς ἄμπελον, ὡς κομέοιεν· | |
| τὸν πρότερ(ον), πρότερον· ὁ δ’ ἄρα πρόφρων ὑπέδεκτο· | |
| οὐ μὰν (?) ἐξετέλεσσε πατρὸ(ς) πόθον ὥσπερ ὑπέστη· | |
| αὐτὰρ ὅγ’ οὐχ ὑπέδεκτο, (καὶ) ἐξετέλεσσεν ἐφετμήν· | |
| ὁπλότερος κρείσσων μ(ὲν) ἐμοὶ· γλυκίων (δὲ) τοκῆϊ | |
| ἀμφοτέρων, ὃς ἔδεκτο (καὶ) ἐξετέλεσσεν ἐέλδωρ· | |
| κληρονόμον δ’ ὀλέσαιεν· ὅσοι πυρὸς ἐκτὸ(ς) ἀλωῆς: + | |
| Ἔστι γάμος· τὸν, παιδὶ π(ατ)ὴρ φίλος ἐσθλὸς ἀρίστῳ· | |
| δαίννυσι καγχαλόων· τοῦδ’ ἀντιάσαιμι ἔγωγε· | |
| τοῦδ’ ἐγὼ ἀντιάσαιμι· (καὶ) ὃς φίλος ἐστὶν ἔμοιγε· | |
| μίμνοι δ’ ἔκτοθι κεῖνος, ὅτις πρὸ γάμοιο τίθησιν, || | |
| ἢ ἀγρὸν, ἠὲ βοῶν ζεῦγο(ς) νέον· ἠὲ δάμαρτα. | |
| μὴ δ’ ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν, | |
| εἵματ’ ἔχων ῥυπόωντα· δεθεὶς χεῖράς τε πόδ(ας) τε· | |
| νυμφῶνός τε γάμου τε φίλων τ’ ἄπο τῆλε πέσοιμι· | |
| ἡνίκα δ’ αἰθομένῃσιν ἁγνῶν δεκὰς ἐν δαΐδεσσι· | |
| παρθένοι ἐγρήσσουσαι ἀκοιμήτοις φαέεσσι, | |
| νυμφίον ἱμερόεντα θ(εὸ)ν δοκέωσιν ἄνακτα· | |
| ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, | |
| μή μ’ ἐνὶ ταῖς κενεῇσι νόον (καὶ) ἄφροσι θείης· | |
| μηδ’ ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι λεύσσων· | |
| ἤδη που χριστοῖο παρεσσομένου μογεούσαις· | |
| ὀψε φαοῦς ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον· | |
| μηδέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα· | |
| ἔνθα λόγος καθαρῇσι πόθου μεγάλοις ὑπὸ δεσμοῖς· | |
| μιγνύμενος κραδίῃσι θάρσο(ς) (καὶ) κῦδος ὀπάζει· | |
| ἐκ (δὲ) γάμων παλίνορσο(ς) ἄναξ ἐμὸς εὖτ’ ἂν ἐπέλθη || | |
| ἐξαπίνης δοκέουσι· (καὶ) οὐ δοκέουσιν ἐπιστάς· | |
| εὕροι μ’ ἐν δοκέουσι, (καὶ) αἰνήσειε φόβοιο | |
| ὡς ἀγαθὸν θεράποντα· (καὶ) ἤπιον ἀρχομένοισι | |
| (καὶ) σίτοιο δοτῆρα λόγου στερεοῖο φέριστον· | |
| σχιζομένων τ’ ἐρίφων (καὶ) οἰῶν ἤματι πικρῷ | |
| ἀνδρῶν εὐσεβέων τε (καὶ) οὐχ ὁσίων ἑκάτερθε | |
| στήσαις μή μ’ ἐρίφοις ἐναρίθμιον ἀλλ’ ὀΐεσσι | |
| δεξιτερὴν παρὰ χεῖρα· μένοι τ’ ἐνὶ χείροσι λαιή | |
| λύχνος δ' εἴ τις ἔμοιγε φαεσφόρος ἔκτοθι λάμποι | |
| λυχνίης καθύπερθε· καλὸν δέ τι (καὶ) θ(εὸ)ν οἶον | |
| ἴδμεναι· ὃς πάντεσσιν ἐπίσκοπ(ον) ὄμμα τίθησ(ιν) | |
| αἰεὶ δὲ στέργοιμι θ(εὸ)ν πλέον, εἴτέ τι πικρόν· | |
| εἴτ’ ἀγαθὸν παρέχοι· πᾶν γ(ὰρ) καλὸν. εἰ δὲ τυπείην | |
| ληϊσταῖς μεγάλης κατιὼν ἄπο χ(ριστ)ὲ πόληος, | |
| μή με λίπης χείρεσσιν ὑπ’ ἀνδροφόνοισι δαμῆν(αι) | |
| εἰ δὲ πνεῦμ’ ἐλάσεις ψυχῆς ἄπο, μηκέτ’ ἀεργ(ὸν) || | |
| εὑρὼν σὺν πλεόνεσσι καταδράμοι ἐχθρὸς ἐμεῖο. | |
| μηδὲ συκῆν ὀλέσειας ἀχρήϊον. ἀλλ’ ἔτι καρπὸν | |
| ἔλπεο· μὴ δὲ τέμης μιν, ἄναξ. κομέων δέ τ’ ἐγείρ(ειν). | |
| δραχμήν τε πρόβατόν τε πάϊν τ’ ἀπὸ πάντ’ ὀλέσαντα | |
| εὑρὼν· τὴν μ(ὲν), ἔραζε· τὸ δ’ οὔρεσι· τὸν δ’ ὑπὸ ποσσ(ὶν), | |
| οἰκτρὸν. ὑποστρέψαντα πατρώϊον ἐς δόμον αὗτις, | |
| αὖθις ἀριθμήσειας ἐν υἱάσι θρέμμασι δραχμαις | |
| μὴ δ’ ἀγαθοῦ βασιλῆος ἐμοῖς παθέεσσιν ἐόντο(ς) | |
| πρηκτὴρ αὐτὸς ἔοιμι πικρὸς χρηστοῖς ὁμοδούλ(οις) | |
| καί τι χρεῶν κόψαιμι λαθὼν πινυτόφρονι βουλῇ· | |
| ὥς κεν χρηΐζων ποτ’ ἐσύστερον ἄλκαρ ἔχοιμι· | |
| λάζαρος ἐνθάδ’ ἔοιμι· (καὶ) ἐσύστερ(ον) ἄλλος ἀγήνωρ· | |
| ἐνθάδε, κεῖθι δ’ ἄτιμος ἔχων φλόγας ἀντὶ κόροιο. | |
| εἴην (?) μὴ μεγάλαυχος, ἐπεὶ κακός εἰμι τελώνης· | |
| δάκρυσιν οἷκτον ἔχοιμι· φαρισαῖοι δὲ, πέσοιεν· | |
| χήρην δ’ εἴποτ’ ἐμοῖο παρὰ προθύροις μογέουσ(αν) || | |
| ἄπρηκτον πέμψαιμι· (καὶ) εἰ λίθον ἢ ὄφιν αἰνὸν· | |
| ἀντ’ ἄρτοιο φίλοιο (καὶ) ἰχθύος ἡδυβόροιο, | |
| ἐχθρὰ φιλοφρονέων παλάμης ἀπὸ τῆσδ’ ὀρέγοιμι, | |
| τοίων ἀντιτύχοι θ(εο)ῦ πάρα· εἰ δ’ ἀποθήκας· | |
| τας μ(ὲν), σφρηγὶς ἔχοι· τὰς δ’ ἐλπίδες ὦκα θέουσαι, | |
| ἥδε με νὺξ ὀλέσειε σὺν ἀδρανέουσιν ὀνείροις· | |
| οὐδὲ μὲν οὐδὲ τάλαντον ὅμοι θ(εὸ)ς ἐγγυάλιξε· | |
| πλειοτέρην ἄλλοισι μετρῶν χάριν εὔχομ’ ἔγωγε | |
| τοῦτο μένειν παλάμῃσιν ἐν ἡμετέρῃσιν ἀεργόν· | |
| ἠὲ μνᾶν φυσικοῖς λόγου χάριν ἰσονέμητον· | |
| ἀλλ’ ἔργόν τ’ ὀπάσαιμι, κλέους τ’ ἐπί τ’ ἄντι τύχοιμι | |
| μὴ δὲ δίκην τίσαιμι πικρὴν (καὶ) αἶσχος ἔχοιμι: + |
| Type(s) | [6915] Δείδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι (106 verses) |
| Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
| Text status | Text completely known |
| Date | 14th c. |
| Manuscript | ANN ARBOR - University of Michigan Library 24 [14th c.] |
| Place in Manuscript | f. 141r-144r |
| Palaeographical information | Each line of the poem is preceded by a paraphrase in prose, written in red ink. |
| Contextual information | The epigram, along with other poems, follows the Gospel of John. |
| Metre(s) | Dactylic hexameter |
| Genre(s) | Text-related epigram |
| Subject(s) | |
| Image source(s) | http://www.csntm.org/Manuscript/View/GA_536 |
| Bibliography | |
| Number of verses | 106 |
| Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | https://www.dbbe.ugent.be/occurrences/25891 |
Last modified: 2025-06-06.
