Type 6915
(formerly typ/4816)
| Δείδω μὴ βιότοιο θεμείλιον ἐν ψαμάθοισι | |
| Βαλλόμενος, ποταμοῖσι καὶ εἰν ἀνέμοισι κεδασθῶ, | |
| Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον, | |
| Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι, | |
| Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς· | |
| Ἤ με φάγοι πετεηνὰ, καὶ ἐκθλίψειαν ἄκανθαι. | |
| Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ | |
| Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός. | |
| Μὴ δ’ ἄρ’ ὁμοῦ χλοάουσι βαλὼν ἐπὶ χεῖρα φυτοῖσιν | |
| Ἐσθλοῖς ἠδὲ κακοῖσι, πρὶν ἐν σταχύεσσι σταθῆναι, | |
| Σύν που ζιζανίοισι καλὸν φυτὸν ἐξολέσαιμι. | |
| Παύρων γὰρ τοιοῖσδε νοήμονα χεῖρ’ ἐπιθεῖναι, | |
| Ἔνθ’ ἀρετὴ κακίη τε διάνδιχα ναιετάουσαι, | |
| Ἀγχίθυροι γεγάασι, κακὸν δ’ ἐπιτέλλεται ἐσθλῷ. | |
| Αἰνῶ τὸν ὀλίγον νάπυος σπόρον, ὡς ὀλίγος μὲν, | |
| Δενδροῦται δὲ τάχιστα, καὶ ἐς τόσον ὕψος ὁδεύει, | |
| Ὥστε καὶ ὀρνίθεσσι πέλειν σκέπας ἠερίοισι. | |
| Μάργαρε τιμήει καὶ κύδιμε, σοῦ δ’ ἄρ’ ἔγωγε | |
| Κάλλεος ἱμείρων, μέγας ἔμπορος αἴθε γενοίμην, | |
| Πάντων δ’ ὅσσα μοί ἐστι μέχρις πυμάτοιο χιτῶνος. | |
| Ὤνιον ἀντιλάβοιμι φίλον κτέαρ, ὥς κεν ἅπαντας | |
| Πλούτῳ νηκήσαιμι, πεπασμένος οἶον ἀπ’ ἄλλων, | |
| Ἢ θησαυρὸν ἀγροῖο μυχοῖς ἔνι κρυπτὸν ἐόντα! | |
| Οἶδα δ’ ἐγὼ καὶ κόσμον ἔσω πίπτοντα σαγήνης, | |
| ᾯ Χριστοῦ βασιλῆος ὑποδρήσσοντες ἐφετμαῖς, | |
| Ἀνθρώπων ἀλιῆες ἑὸν λίνον ἀμφὶς ἔθηκαν, | |
| Ὡς ἁλὸς ἐξερύσωσι βυθῶν, ὀπάσωσι δὲ Χριστῷ | |
| Νηχομένους πικροῖς ἐνὶ κύμασι τοῦδε βίοιο. | |
| Ἀλλ’ ὁπόταν κρίνῃς ἁλίην, διὰ δ’ ἄνδιχα τέμνῃς, | |
| Μή μ’ ἀπὸ τῆλε βάλοις, ἀχρήϊον οἷά περ ἰχθύν· | |
| Ἄγγεσι δ’ ἐγκατάθειο φυλασσόμενον βασιλῆϊ. | |
| Ἐς μεγάλην δὲ Θεοῖο καλὴν ἐριθηλέ’ ἀλωὴν, | |
| Ἠῷος μὲν ἔβην, καὶ πλείονα μόχθον ἀνέτλην· | |
| Μισθὸν δ’ ὑστατίοισιν ἴσον, καὶ κῦδος ἔχοιμι. | |
| Τίς φθόνος, εἰ μόχθοισι πόθον Θεὸς ἀντιφερίζει; | |
| Πέμπε πατὴρ υἱῆας ἐς ἄμπελον, ὡς κομέοιεν, | |
| Τὸν πρότερον, πρότερον· ὁ δ’ ἄρα πρόφρων ὑπέδεκτο, | |
| Οὐ μὴν ἐξετέλεσσε πατρὸς πόθον, ὥσπερ ὑπέστη. | |
| Αὐτὰρ ὅγ’ οὐχ ὑπέδεκτο, καὶ ἐξετέλεσσεν ἐφετμὴν | |
| Ὁπλότερος. Κρείσσων μὲν ἐμοὶ, γλυκίων δὲ τοκῆϊ | |
| Ἀμφοτέρων, ὃς ἔδεκτο, καὶ ἐξετέλεσσεν ἐέλδωρ. | |
| Κληρονόμον δ’ ὀλέσαιεν, ὅσοι πυρὸς, ἐκτὸς ἀλωῆς. | |
| Ἔστι γάμος, τὸν παιδὶ πατὴρ φίλος ἐσθλὸς ἀρίστῳ | |
| Δαίνυσι καγχαλόων· τοῦδ’ ἀντιάσαιμι ἔγωγε, | |
| Τοῦδ’ ἐγὼ ἀντιάσαιμι, καὶ ὃς φίλος ἐστὶν ἔμοιγε! | |
| Μίμνοι δ’ ἔκτοθι κεῖνος, ὅτις πρὸ γάμοιο τίθησιν | |
| Ἢ ἀγρὸν, ἠὲ βοῶν ζεῦγος νέον, ἠὲ δάμαρτα. | |
| Μηδ’ ἐνὶ δαιτυμόνεσσι γαμήλιον εἶδος ἔχουσιν, | |
| Εἵματ’ ἔχων ῥυπόωντα, δεθεὶς χεῖράς τε πόδας τε, | |
| Νυμφῶνός τε γάμου τε, φίλων τ’ ἀπὸ τῆλε πέσοιμι. | |
| Ἡνίκα δ’ αἰθομέναις ἁγνῶν δεκὰς ἐν δαΐδεσσι | |
| Παρθένοι ἐγρήσσουσαι, ἀκοιμήτοις φαέεσσι | |
| Νυμφίον ἱμερόεντα Θεὸν δοκέωσιν ἄνακτα, | |
| Ὡς λαμπραὶ γανόωντι ὑπαντήσωσιν ἰόντι, | |
| Μή μ’ ἐνὶ ταῖς κενεῇσι νόον, καὶ ἄφροσι θείης, | |
| Ἤδη που Χριστοῖο παρεσσομένου μογεούσαις, | |
| Μηδ’ ὀλιγοδρανέον δαΐδων σέλας ὄμμασι λεύσσων, | |
| Ὀψὲ φάους ζωῆς ὑγρὸν ποθέοιμι ἔλαιον· | |
| Μηδέ με κληϊσθέντα γάμων ὤσαιτο θύρετρα, | |
| Ἔνθα Λόγος καθαρῇσι πόθου μεγάλοις ὑπὸ δεσμοῖς | |
| Μιγνύμενος κραδίαις θάρσος καὶ κῦδος ὀπάζει. | |
| Ἐκ δὲ γάμων παλίνορσος ἄναξ ἐμὸς εὖτ’ ἂν ἐπέλθῃ, | |
| Ἐξαπίνης δοκέουσι, καὶ οὐ δοκέουσιν ἐπιστὰς | |
| Εὕροι μ’ ἐν δοκέουσι, καὶ αἰνήσειε φόβοιο | |
| Ὡς ἀγαθὸν θεράποντα, καὶ ἤπιον ἀρχομένοισι, | |
| Καὶ σίτοιο δοτῆρα, λόγου στερεοῖο, φέριστον. | |
| Σχιζομένων τ’ ἐρίφων καὶ ὀΐων, ἤματι πικρῷ, | |
| Ἀνδρῶν εὐσεβέων τε καὶ οὐχ ὁσίων ἑκάτερθεν, | |
| Στήσαις μή μ’ ἐρίφοις ἐναρίθμιον, ἀλλ’ ὀΐεσσι | |
| Δεξιτερὴν παρὰ χεῖρα, μένοι τ’ ἐνὶ χείροσι λαιή. | |
| Λύχνος δή τις ἔμοιγε φαεσφόρος ἔκτοθι λάμποι | |
| Λυχνίης καθύπερθε. Καλὸν δέ τι καὶ θεὸν οἶον | |
| Ἴδμεναι, ὃς πάντεσσιν ἐπίσκοπον ὄμμα τίθησιν. | |
| Αἰεὶ δὲ στέργοιμι Θεὸν πλέον, εἴτε τι πικρὸν | |
| Εἴτ’ ἀγαθὸν παρέχοι· πᾶν γὰρ καλόν. Εἰ δὲ τυπείην | |
| Ληϊσταῖς, μεγάλης κατιὼν ἀπὸ Χριστοπόληος, | |
| Μή με λίπῃς χείρεσσιν ὑπ’ ἀνδροφόνοισι δαμῆναι. | |
| Εἰ δὲ πνεῦμ’ ἐλάσεις ψυχῆς ἄπο, μηκέτ’ ἀεργὸν | |
| Εὑρὼν σὺν πλεόνεσσι καταδράμοι ἐχθρὸς ἐμεῖο. | |
| Μηδὲ συκῆν ὀλέσειας ἀχρήϊον, ἀλλ’ ἔτι καρπὸν | |
| Ἔλπεο, μηδὲ τέμῃς μιν, ἄναξ· κομέων δέ τ’ ἐγείρειν. | |
| Δραχμήν τε, πρόβατόν τε, πάϊν τ’ ἀπὸ πάντ’ ὀλέσαντα | |
| Εὑρὼν, τὴν μὲν ἔραζε, τὸ δ’ οὔρεσι, τὸν δ’ ὑπὸ ποσσὶν | |
| Οἰκτρὸν ὑποστρέψαντα πατρώϊον ἐς δόμον, ὦ ’ναξ, | |
| Αὖθις ἀριθμήσειας ἐν υἱάσι, θρέμμασι, δραχμαῖς. | |
| Μὴ δ’ ἀγαθοῦ βασιλῆος ἐμοῖς παθέεσσιν ἐόντος, | |
| Πρηκτὴρ αὐτὸς ἔοιμι πικρὸς χρήσταις ὁμοδούλοις. | |
| Καί τι χρεῶν κόψαιμι λαθὼν πινυτόφρονι βουλῇ, | |
| Ὥς κεν χρηΐζων ποτ’ ἐς ὕστερον ἄλκαρ ἔχοιμι! | |
| Λάζαρος ἐνθάδ’ ἔοιμι, καὶ ὕστερον· ἄλλος ἀγήνωρ | |
| Ἐνθάδε, κεῖθι δ’ ἄτιμος ἔχων φλόγας ἀντὶ κόροιο. | |
| Εἴην μὴ μεγάλαυχος, ἐπεὶ κακός εἰμι τελώνης. | |
| Δάκρυσιν οἶκτον ἔχοιμι, Φαρισσαῖοι δὲ πέσοιεν. | |
| Χήρην δ’ εἴποτ’ ἐμεῖο παρὰ προθύροις μογέουσαν | |
| Ἄπρηκτον πέμψαιμι, καὶ εἰ λίθον ἢ ὄφιν αἰνὸν | |
| Ἀντ’ ἄρτοιο φίλοιο καὶ ἰχθύος ἡδυβόροιο | |
| Ἐχθρὰ φιλοφρονέων, παλάμης ἀπὸ τῆσδ’ ὀρέγοιμι, | |
| Τοίων ἀντιτύχοιμι Θεοῦ πάρα. Εἰ δ’ ἀποθήκας | |
| Τὰς μὲν σφρηγὶς ἔχει, τὰς δ’ ἐλπίδες ὦκα θέουσαι, | |
| Ἥδε με νὺξ ὀλέσειε σὺν ἀδρανέουσιν ὀνείροις, | |
| Οὐδὲ μὲν οὐδὲ τάλαντον, ὅ μοι Θεὸς ἐγγυάλιξε | |
| Πλειοτέρην ἄλλοισι μετρῶν χάριν, εὔχομ’ ἔγωγε | |
| Τοῦτο μένειν παλάμῃσιν ἐν ἡμετέρῃσιν ἀεργὸν, | |
| Ἠὲ μνᾶν φυσικοῖο λόγου, χάριν ἰσονέμητον, | |
| Ἀλλ’ ἔργον τ’ ὀπάσαιμι, κλέους τ’ ἐπί τ’ ἄντι τύχοιμι· | |
| Μηδὲ δίκην τίσαιμι πικρὴν, καὶ αἶσχος ἔχοιμι. |
| Title(s) | Παραβολαὶ τῶν τεσσάρων εὐαγγελιστῶν |
| Text source | J. Migne, 1862, Patrologiae cursus completus. Series graeca (vol. 37), Paris: 498-506 |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | Text-related epigram |
| Person(s) | |
| Metre(s) | Dactylic hexameter |
| Subject(s) | |
| Tag(s) | |
| Comment | The poem is transmitted within Gregory of Nazianzus' poetic corpus, as carm. I,1,27. However, in the ms. Ann Arbor, University of Michigan, 24, ff. 141r-144r it functions as a book epigram. |
| Bibliography | |
| Number of verses | 106 |
| Occurrence(s) |
[25891] Δείδω μὴ βιότοι θεμείλιον ἐν ψαμάθοισι
[14th c.]
ANN ARBOR - University of Michigan Library 24 [14th c.] (f. 141r-144r) (106 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 133: "Greg. Nazianzenus, Parabolae Christi sec. omnes evangelistas" |
| Permalink | https://www.dbbe.ugent.be/types/6915 |
Last modified: 2024-09-05.
