Type 6786
(formerly typ/4705)
Ματθαῖος πόθεν, εἰπέ, μέγας, Λουκᾶς τε φέριστος, | |
Τὴν μὲν ὅγ’, αὐτὰρ ὁ τήνδε βίβλοις ἐνέθηκε γενέθλην, | |
Αἳ Χριστὸν κατάγουσιν ἀφ’ αἵματος ἀρχεγόνοιο; | |
Πῶς δ’ ὁ μὲν ἐν πλεόνεσσιν, ὅδ’ ἐν παύροισιν ἔληξεν; | |
Ἐς Δαυῒδ μὲν ἄνακτα γένους ῥόος ἀμφοτέροισιν | |
Ἄτμητος· μετέπειτα ῥέει δίχα, ὑστάτιον δὲ | |
Συμφέρεθ’ ὡς ἐπὶ πόντον ἀπείρονα Χριστὸν ὁδεύων. | |
Ὧδέ κεν ἀθρήσειας, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ· | |
Δαυῖδαι, Σολομών τε, Νάθαν τ’ ἔσαν, ὧν ὁ μὲν εἷλκεν | |
Ὥς τε ῥόον μεγάλου ποταμοῦ, βασιλήϊον αἷμα· | |
Αὐτὰρ ὅγ’ εὐαγέων τε φαεινοτάτων θ’ ἱερήων. | |
Χριστὸς δ’ ἀμφότερ’ ἔσκεν, ἄναξ μέγας, ἀρχιερεύς τε. | |
Τοὔνεκα Ματθαῖος μὲν ἐγράψατο πνεύματι θείῳ | |
Τοὺς Σολομωντιάδας, Λουκᾶς δ’ ἐς Νάθαν ὄρουσεν. | |
Ἐκ δὲ δύω γενεῶν, τῆς μὲν πλέον, ἐξ ἑτέρης δὲ | |
Παυρότερον τὸ ῥέεθρον ἐπελθέμεν· οὐ μέγα θαῦμα. | |
Οὐ μὲν παυρότερον· γενεῶν δ’ οὐκ ἴσον ἀριθμόν. | |
Ὧδε τὰ πρῶτα κέασθεν, ἔπειτα δὲ εἰς ἓν ἄγερθεν. | |
Φράζε δὲ καὶ τόδε μοι, πατέρων δύο πῶς ποτ’ Ἰωσήφ. | |
Τέθμιον ἦν Μωσῆος, ἐπὴν ἄσπερμος ὄληται | |
Ἑβραῖος, κάσιν ἤ τιν’ ὀλωλότος, ἤ τινα πηῶν | |
Ἐγγύθεν, αἶψα δάμαρτα φίλην καὶ κτῆσιν ἔχοντα, | |
Σπερμαίνειν φθιμένῳ τε γόνον καὶ οἶκον ἀέξειν, | |
Ὄφρα κε μὴ νώνυμος ἐν ἀνθρώποισιν ὄληται. | |
Τοὔνεκα κρυπτὸν ὕπερθε Θεοῦ βροτέου τόδ’ ἀνεῦρον. | |
Ματθὰν ἐκ Σολομῶνος ἄγων γένος, ἠγάγετ’ Ἐσθάν. | |
Τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο, Ναθείδης οὔνομα Μελχί. | |
Καὶ τῷ μὲν Ἰακὼβ, τῷ δ’ Ἡλεὶ γείνατο παῖδας. | |
Ἡλεὶ δὲ φθιμένοιο, ἐπεὶ γόνον οὔτιν’ ἔλειπεν, | |
Αἶψα δόμον τε λέχος τε Ἰακὼβ οὐχ ὁμόπατρος | |
Δέξατο, καὶ τέκεν υἱὸν ἀδελφεῷ ἐσθλὸν Ἰωσήφ. | |
Οὕτω τοῦ μὲν ἔην, τῷ δ’ ἔγραφε θεσμὸς Ἰωσήφ. | |
Εὐαγγελιστῶν δ’ ὃς μὲν εἶπε τὴν φύσιν, | |
Ματθαῖος, ὃς δ’ ἔγραψε Λουκᾶς τὸν νόμον. | |
Παῦσαι διοχλῶν τὴν καλὴν συμφωνίαν. | |
Πῶς Δαυῒδ ἐς ἄνακτα φέρει Θεὸς, εὖτε φαάνθη | |
Μητέρος ἐκ βροτέης Θεὸς ἄμβροτος; ἐκ μὲν Ἰωσὴφ, | |
Πῶς ὅγε; παρθενικῆς γὰρ ἔην πάϊς, ἐκ Μαρίης δὲ, | |
Λευίδης· Μαριὰμ γὰρ ἀφ’ αἵματος ἦεν Ἀαρών. | |
Μάρτυς δ’ ἄγγελος ἄμμιν, ἐπεὶ Προδρόμοιο γενέθλην | |
Ἀγγέλλων μεγάλοιο φάους θεοειδέϊ μητρὶ, | |
Μητέρας ἀμφοτέρας ὅγ’ ἀνήγαγεν ἐς μέγαν Ἀαρών. | |
Φρῆτραι δ’ αὖ βασιλῆος ἀμιγέες, ἡ δ’ ἱερήων. | |
Οὐκ ἔτυμον. Φρῆτραι μὲν ἔσαν δίχα, πολλάκι δ’ αὖτε | |
Μίγνυντο. Πρόσθεν μὲν Ἀρὼν μεγάλοιο θύγατρα | |
Ἠγάγετ’ ἐς μέγα δῶμα Ναασσὼν, ὃς δ’ ἀπ’ Ἰούδα | |
Ἕκτος ἔην. Μετέπειτα δ’ ἐπεὶ πόλιν ὤλεσεν αἰχμὴ | |
Ἀσσυρίων, Βαβυλών τε τὰ τέθμια πάντα τίναξεν, | |
Οὐδὲ φυλῶν τῆμόσδε διακριδὸν αἷμα φυλάχθη | |
Οὕτω μὲν διὰ μητρὸς ἀνέρχεται ἐς βασιλῆας. | |
Ἐκ δὲ πατρὸς δοκέοντος ὅπως, φράζεσθαι ἄνωγα. | |
Αὐγούστου βασιλῆος ἐπεὶ φόρος ἔγραφε πάντας | |
Ἄλλοι μέν τ’ ἄλλῃσιν ἐνὶ πτολίεσσι γράφοντο | |
Πατρῴαις, Δαυῒδ δὲ φίλον πέδον αἶψα κίχανον | |
Βηθλεὲμ, ἢ κόλποισι μέγαν ὑπεδέξατο Χριστὸν, | |
Ἀμφότεροι, μνηστή τε φίλη, καὶ κεδνὸς Ἰωσὴφ | |
Γραψόμενοι. Φρήτρης γὰρ ἰῆς ἔσαν. Ὧδ’ ἐνὶ φάτνῃ | |
Μήτηρ παρθενικὴ, κόσμου τέκε παντὸς ἄνακτα. | |
Οὕτω καὶ διὰ πατρὸς ἀνέρχεται ἐς βασιλῆας. | |
Ἔμπαλι μὲν γενεὴν Λουκᾶς μέγας ἤγαγε μύθῳ | |
Εἰς Ἀδὰμ ἐκ Χριστοῖο. Ἐμοὶ δ’ Ἀδὰμ ἦλθ’ ἐπὶ Χριστόν. | |
Χειρὶ Θεοῦ πρώτιστος Ἀδὰμ γένετ’. Ἐκ δ’ Ἀδάμοιο | |
Σὴθ πέλε. Τοῦ δ’ ἄρ’ Ἐνώς. Τοῦ, τέτρατος ἦε Καϊνάν. | |
Τοῦ δ’ ἦν Μαλελεήλ. Τοῦ δ’ Ἰαρὲδ, ὃς τέκε παῖδα | |
Κεῖνον Ἐνὼχ, ὃς ζωὸς ἐς οὐρανὸν ἦλθεν ἀερθείς. | |
Τοῦδε, Μαθουσάλα ἔσκεν, ὃς υἱέα γείνατο Λάμεχ. | |
Αὐτὰρ ὃ, Νῶε πατήρ. Σὴμ, Νώεος υἱὸς ἐκείνου. | |
Ἐκ τοῦ δ’ Ἀρφαξὰδ, Καϊνὰν, Σαλά· τοῦ δ’ ἐνέπουσιν | |
Υἱὸν Ἕβερ. Ἕβερος δὲ Φάλεκ πάϊς. Ἐκ δ’ ἄρα Φαλὲκ, | |
Ἔσκε Ῥαγάβ. Κεῖνος δὲ Σεροὺχ τέκεν, ὃς τέκε Ναχώρ. | |
Ἀβραὰμ αὖτ’ ἐπὶ τοῖσδε, πάϊς Θάρα Ναχορίδαο. | |
Ἀβραμίδης δ’ Ἰσαὰκ Ἰακὼβ τέκεν, ὃς δ’ ἄρ’ Ἰούδαν. | |
Αὐτὰρ ὃ ἐκ Θαμάρης Φαρὲς τέκεν. Αὐτὰρ ὃ, Ἐσρώμ. | |
Ἐσρὼμ, τὸν Ἀρὰμ, ὃς τὸν Ἀμιναδάμ. Ὃς δὲ Ναασσών. | |
Νασσὼν δ’ αὖ, Σαλμών. Σαλμὼν, Βοόζ. Ἐκ Βοὸζ, Ὠβήδ. | |
Ὠβὴδ δ’ Ἰεσσαί· τοῦ δ’ ἐκ μέγας ἔπλετο Δαυΐδ. | |
Δαυίδης δὲ, Νάθαν, ὃς Ματθὰν υἱὸν ἔτικτεν, | |
Ὃς Μαϊνάν. Μαϊνὰν, Μελεὰν τέκε. Ὃς δ’ Ἐλιακείμ. | |
Ὃς τὸν Ἰωάναν. Ὃς τὸν Ἰωσήφ. Ὃς, τὸν Ἰούδαν | |
Γείνατο. Τοῦ, Συμεών. Τοῦ, Λευί. Τοῦ ἄπο, Ματθάν. | |
Τοῦδε, Ἰωρείμ. Τοῦ δ’ Ἐλιέζερ. Τοῦδε, Ἰωσάφ. | |
Τοῦ δ’ Ἤρ. Τοῦ δ’ Ἐλμώδ. Τοῦ δ’ αὖ πάϊς ἔπλετο Κωσάμ. | |
Κωσὰμ, ἔην Ἀδδί. Τοῦ, Μελχί. Τοῦ δ’ ἄπο, Νηρί. | |
Τοῦ δ’ ἄπο, Σαλαθιήλ, Ζοροβάβελ, Ῥησὰ, Ἰωνὰν, | |
Ἰούδας, Ὠσώκ, Σεμεεί τ’ αὖ, Ματθίας τε, | |
Καὶ Μαὰθ, Ναγγαὶ, καὶ Ἐσλείμ· τοῦ δ’ ἄπο Ναοὺμ, | |
Ἀμώς, Ματθαθίας, καὶ Ἰωσὴφ, ἠδὲ Ἰανναί· | |
Μελχί, καὶ Λευί, καὶ Ματθάν, Ἡλεὶ, Ἰωσήφ. | |
Λουκᾶς μὲν οὕτω. Πῶς δὲ Ματθαῖος μέγας; | |
Ἐξ Ἀβραὰμ μὲν μέχρι Δαυΐδ, ὡς ἔφην. | |
Ἔνθεν δὲ Λουκᾶ τὴν ἱερατικὴν παρεὶς | |
Σποράν, τίθησι τοῦ γένους ἀνακτόρων. | |
Εἰσὶν δ’ ὅσοι τε καὶ τίνες, λελέξεται. | |
Δαυίδης, Σολομών, Ῥοβοάμ, Ἀβίας τε, Ἀσά τε. | |
Τοῦ δ’ Ἰωσαφὰτ ἔσκεν. Ὁ δ’ ἕβδομος ἦεν Ἰωράμ. | |
Ὀζίας, ἠδ’ Ἰωάθαμ, ἠδ’ Ἄχαζ, Ἐζεκίας τε, | |
Καὶ Μανασῆ, καὶ Ἀμώς, Ἰωσίας. Αὐτὰρ ἔπειτα | |
Ἰεχονίας, ἁλωτὸν ὃν ἤγαγον ἐς Βαβυλῶνα· | |
Σαλαθιήλ, Ζοροβάβελ, Ἀβιούδ, ἠδ’ Ἐλιακεὶμ, | |
Ἀζώρ. Τοῦδε, Σαδώκ. Τοῦ δ’ Ἀχίν. Τοῦ δ’ Ἐλιούδα. | |
Τοῦδ’ Ἐλιέζερ ἔην. Τοῦ, Ματθάν. Τοῦ δὲ Ἰακώβ. | |
Ὕστατος, ὃς δοκέεσκε πατὴρ Χριστοῖο, Ἰωσήφ. |
Title(s) | Περὶ τῆς τοῦ Χριστοῦ γενεαλογίας |
Editorial status | Not a critical text |
Genre(s) | Text-related epigram |
Person(s) | |
Metre(s) | Dactylic hexameter |
Subject(s) | |
Tag(s) | |
Comment | The poem is partly written in iambic trimetres. |
Bibliography |
Bibliography category to be determined J. Migne, 1862, Patrologiae cursus completus. Series graeca (vol. 37), Paris: 480-487 |
Number of verses | 102 |
Occurrence(s) |
[25548] Ματθαῖος πόθ(εν) εἰπε μέγ(ας) λουκ(ᾶς) τε φέριστο(ς)
[14th c.]
ANN ARBOR - University of Michigan Library 24 [1291-1325] (f. 3r-4v) (50 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 448: "Greg. Nazianzenus, De Christi genealogia" |
Permalink | https://www.dbbe.ugent.be/types/6786 |
Last modified: 2019-09-04.