| Γράψας τὰ πεντήκοντα ταῦτά σου, πάτερ, | |
| ἐν οἷς διδάσκεις ἠκριβωμένοις λογοις, | |
| γενῶν ἁπάντων τὰς ὅλας διαιρέσεις· | |
| καθ᾽ ἃς προς εἴδη κατατέμνονται ξένως· | |
| Ἥ τις πέφυκεν εἰδικωτάτου φύσις, | |
| Ἥ τις πέφυκεν ἀτόμων θεωρίας, | |
| ὁμωνύμων τὲ καὶ συνωνύμων πάντων· | |
| καὶ γνῶσιν ὡς ἔσχηκε τὴν ὄντων φύσιν, | |
| ὅπερ κεχρημάτικε φιλοσοφιαν, | |
| ἑνώσεώς τε καθ’ υπόστασιν λόγους:- | |
| καὶ πάντα τἄλλα π(ατ)ρικῶς, οὐ φλυάρως· | |
| τὴν γὰρ θύραθεν ἐβδελύξω σοφίαν:- | |
| οὑ μὴ δεηθῶ τῶν σταγειρίτου λόγων· | |
| τῶν δυσνοήτων τῆ πολυσχιδεῖ φράσει +:- |
Last modified: 2019-06-03.
