Type 3557
(formerly typ/1665)
| Γράψας τὰ πεντήκοντα ταῦτά σου, Πάτερ, | |
| ἐν οἷς διδάσκεις ἀκριβωμένοις λογοις | |
| γενῶν ἁπάντων τὰς ὅλας διαιρέσεις, | |
| καθ᾽ ἃς προς εἴδη κατατέμνονται ξένως· | |
| ἥ τις πέφυκεν εἰδικωτάτου φύσις, | |
| ἥ τις πέφυκεν ἀτόμων θεωρία, | |
| ὁμωνύμων τε καὶ συνωνύμων πάλιν, | |
| καὶ γνῶσιν ὡς ἔσχηκε τὴν ὄντων φράσας, | |
| ὅπερ κεχρημάτικε φιλοσοφία, | |
| ἑνώσεώς τε καθ᾽ ὑπόστασιν λόγους, | |
| καὶ πάντα τἄλλα πατρικῶς, οὐ φλυάρως· | |
| τὴν γὰρ θύραθεν ἐβδελύξω σοφίαν· | |
| οὑ μὴ δεηθῶ τῶν Σταγειρίτου λόγων | |
| τῶν δυσνοήτων τῇ πολυσχιδεῖ φράσει. |
Last modified: 2019-06-03.
