| Γράψας τὰ πεντήκοντα ταῦτα σου, Πάτερ, | |
| Ἐν οἷς διδάσκεις ἀκριβωμένοις λογοις | |
| Γενὼν ἁπάντων τὰς ὅλας διαιρέσεις, | |
| Καθ᾽ ἃς προς εἴδη κατατέμνονται ξένως, | |
| Ἥτις πέφυκεν εἰδικωτάτου φύσις, | |
| Ἥτις πέφυκεν ἀτόμων θεωρία, | |
| Ὁμωνύμων τὲ καὶ συνωνύμων πάλιν, | |
| Καὶ γνῶσιν ὡς ἔσχηκε τὴν ὄντως φράσας, | |
| Ὅπερ κεχρημάτικε φιλοσοφία, | |
| Ἑνώσεώς τε καθ᾽ ὑπόστασιν λόγους, | |
| Καὶ τ' ἄλλα πάντα πατρικῶς, οὐ φλυάρως, | |
| Τὴν γὰρ θύραθεν ἐβδελυξω σοφίαν, | |
| Οὑ μὴ δεηθῶ τῶν Σταγειρίτου λόγων, | |
| Τῶν δυσνοήτων τῇ πολυσχιδεῖ φράσει. |
Last modified: 2019-06-03.
