| μιχαὴλ ἱερέ(ως) λουλούδου τοῦ ἐφεσίου· στίχοι πρὸ(ς) ὃν τ(ὴν) παροῦσαν βίβλον ἀντέγραφε |
| |
| + νότου βασίλισσα ποτὲ σοφί(αν) σολομῶντο(ς), |
| ἐθαύμαζεν ἀκούουσα λίαν ἐξεθαμβεῖτο. |
| ὅθεν ἀπάρασα σπουδῆ τῆς γῆς τῶν αἰθιόπων |
| μετὰ λαμπρῶν τε στρατηγῶν μετὰ δορυφορί(ας), |
| πρὸ(ς) τὴν σιὼν κατέλαβε τὴν πόλιν τὴν ἁγίαν, |
| καὶ σολομῶντο(ς) τὰς πολλὰς ἀπήλαυσε σοφίας. |
| σὺ δὲ φιλομαθέστατε ψυχὴ καὶ τρισολβία |
| ἀγχίνου συνετώτατε χαριτοκοσμημένε |
| σεπτῶν γονέ(ων) βλάστημα ῥίζης τιμί(ας) κλάδε, |
| τοῦ σολομῶντο(ς) ἐκ παιδὸς τὴν φρόνησ(ιν) πλουτήσ(ας). |
| τὴν τοῦ δα(υὶ)δ πραότητα κτησάμενος βρεφόθεν· |
| τὸ φιλολόγου τοῦ σοφοῦ ζηλώσας δημοσθένους, |
| οὐ σολομῶντος ἀρκεσθεὶς τ(οῖς) σοφωτάτοις λόγοις. |
| οὐ κορεσθεὶς ταῖς τοῦ δα(υὶ)δ πν(ευματ)οκρότοις φθόγγοις. |
| οὐ προφητῶν θεσπίσμασι τοῖς πν(ευματ)οκινήτοις, |
| ἀλλὰ σπουδάζων ἐν βραχὺ πάντων μαθεῖν τὴν γνῶσ(ιν). |
| ὅπως ἀρχῆθεν γέγονεν ὁ κόσμος καὶ συνέστη. |
| ὅθεν ὁ κτίστης ἤρξατο τὴν κτίσιν τεχνουργῆσαι. |
| πῶς ἐξετάνυσε σοφ(ῶς) τ(ὸν) πόλον ὡσεὶ δέρριν, |
| καὶ τοὺς μεγάλους ἐν αὐτῶ κατέπιξε φωστῆρας, |
| τὸ πλάτος ὅπ(ως) τὲ τῆς γῆς ἐξέτεινε πανσόφως, || |
| ἐκ ταύτης δ’ ἂν ἐβλάστησαν βοτάναι τε παντοῖαι· |
| τροφῆς τῶν πάντων ἔνεκεν, κ(αὶ) θεραπεί(ας) νόσων· |
| θάλασσαι πῶς συνέστησαν ἄμετρα σχοῦσαι βάθη, |
| σύμπαν δὲ γένο(ς) ἐν αὐταῖς ἰχθύ(ων) καταμένει· |
| ὅπ(ως) τῶν πάντων ἄνακτα, θηρί(ων) ἵππων ὄνων, |
| δρακόντων ἄρκτων τίγρεων παρδάλε(ων) λεόντων, |
| οἰκείαις ἔπλασε χερσὶν ἀῤῥήτω τε σοφία· |
| καὶ τῆς ἐδὲμ κατατρυφᾶν ἔδωκε τὸ χωρίον, |
| ἄλλα τε πᾶσαν ἔννοιαν βροτείον ἐκνικῶντα· |
| ἐξαίσια πανθαύμαστα τεράστια παντοῖα· |
| ἔτι σὺν τούτοις γίγαντας ἄνδρ(ας) ἀσπιδηφόρους. |
| εἰς οὐρανὸν τοξεύοντας θ(ε)ῶ φιλονεικοῦντας, |
| τὰς πυραμίδ(ας) ἰωσήφ τὸν πύργ(ον) τῆς χαλάν(ης), |
| ἑλένης τε τὴν ἁρπαγὴν τῆς καλλισφύρου νύμφ(ης), |
| τὸν στόλ(ον) τὸν ταχύπτερον, τὸν χιλιόναυστόλον, |
| τὴν ἅλωσιν τὴν σκύλευσιν τ(ῆς) τρισμεγίστου Τροίας, |
| ἣν ποσειδὼν ἐπόλισεν ἀπόλλωνι συνάμα, |
| ἢν ἥρα κατηδάφισεν τῆς ἀθηνᾶς συνούσης, |
| ἀνδρῶν ἡρώ(ων) εὐγενῶν ἁπάντων βασιλείας, |
| τῶν εὐσεβῶν καὶ δυσεβῶν ἀφρόνων συνετῶν τε, |
| χρηστ(ῶν) κακούργων καὶ σεμν(ῶν) ἀσέμν(ως) βιοσάντων, || |
| τοῦ κωνσταντίνου μανασσῆ τὴν βίβλον τ(ὴν) ὀλβί(αν). |
| τῆν γλυκυτάτην καὶ τερπνὴν ὑπὲρ κηρὸν κ(αὶ) μέλι, |
| ὑπὲρ σειρήνων τὰς ὠδὰς ὑπὲρ ὀρφέ(ως) λύραν, |
| ἐμοῖς προτέθεικας χερσὶ προστάσσων μοι τοῦ γράψαι, |
| πρὸς κόρ(ον) πρὸς ἡδύτητα πρὸ(ς) χαρμονὴν πρὸς τέρψιν, |
| ψυχῆς ὁμοῦ καὶ σώματος νοός τε κ(αὶ) καρδίας· |
| ἐγὼ δ’ ὡς ἔθος κτώμενο(ς) σοὶ πειθαρχεῖν εἰς πάντα, |
| εἰ δέρας τὸ χρυσόμαλλον προσέταξας κομίσαι, |
| εἰ μῆλα τὰ θρυλλούμενα χρυσᾶ τῶν ἑσπερίδων. |
| εἰ καὶ ψυχὴν ἐμὴν αὐτὴν προέσθαι τῶ θανάτω, |
| ἤδη τὸ προσταττόμενον ταχέ(ως) ἐκπληρώσας, |
| ἀρχῆς ἀπ’ ἄκρης ἔγραψα μέχρι κ(αὶ) τέλ(ους) ταύτ(ης) |
| ἥνπερ λαβὼν ἀνάγνωθι κ(αὶ) τῆς ψυχῆς τ(οῖς) σίμβλοις, |
| ὡς μέλισσα φιλόπονος θησαύριζε τὰ κρείττω· |
| ψυχοβλαβῆ (δὲ) σύμπαντα κ(αὶ) ῥυπαρὰ κ(αὶ) φαῦλα, |
| ἐκτρέπου πέμπε δίωκε πόρρωθεν ὅσον τάχος. |
| ἡμῖν δὲ πάλιν πρόσταττε συχνάκις ἐκπληρούμενος |
| ψυχῆς τὰ καταθύμια καὶ πάσ(ας) τὰς ὀρέξεις. |
| ἰδοὺ γὰρ ἐπεθύμησα πάσας τὰς ἐντολάς σου. |
| ἐμὲ (δὲ) ζῆσον (ὥς) φησι δα(υὶ)δ ὁ προφητάναξ+ |