Type 5361
(formerly typ/3398)

Νότου βασίλισσα ποτὲ σοφίαν Σολομῶντος,
ἐθαύμαζεν ἀκούουσα λίαν ἐξεθαμβεῖτο.
ὅθεν ἀπάρασα σπουδῇ τῆς γῆς τῶν Αἰθιόπων
μετὰ λαμπρῶν τε στρατηγῶν μετὰ δορυφορίας,
πρὸς τὴν Σιὼν κατέλαβε τὴν πόλιν τὴν ἁγίαν,
καὶ Σολομῶντος τὰς πολλὰς ἀπήλαυσε σοφίας.
σὺ δὲ φιλομαθέστατε ψυχὴ καὶ τρισολβία
ἀγχίνου συνετώτατε χαριτοκοσμημένε
σεπτῶν γονέων βλάστημα ῥίζης τιμίας κλάδε,
τοῦ Σολομῶντος ἐκ παιδὸς τὴν φρόνησιν πλουτήσας.
τὴν τοῦ Δαυῒδ πραότητα κτησάμενος βρεφόθεν.
τὸ φιλολόγου τοῦ σοφοῦ ζηλώσας Δημοσθένους,
οὐ Σολομῶντος ἀρκεσθεὶς τοῖς σοφωτάτοις λόγοις.
οὐ κορεσθεὶς ταῖς τοῦ Δαυῒδ πνευματοκρότοις φθόγγοις.
οὐ προφητῶν θεσπίσμασι τοῖς πνευματοκινήτοις,
ἀλλὰ σπουδάζων ἐν βραχεῖ πάντων λαβεῖν τὴν γνῶσιν.
ὅπως ἀρχῆθεν γέγονεν ὁ κόσμος καὶ συνέστη.
ὅθεν ὁ κτίστης ἤρξατο τὴν κτίσιν τεχνουργῆσαι.
πῶς ἐξετάνυσε σοφῶς τὸν πόλον ὡσεὶ δέρριν,
καὶ τοὺς μεγάλους ἐν αὐτῷ κατέπηξε φωστῆρας,
τὸ πλάτος ὅπως τῆς γῆς ἐξέτεινε πανσόφως,
ἐκ ταύτης δ’ἂν ἐβλάστησαν βοτάναι τε παντοῖαι.
τροφῆς τῶν πάντων ἔνεκεν, καὶ θεραπείας νόσων,
θάλασσαι πῶς συνέστησαν ἄμετρα σχοῦσαι βάθη,
σύμπαν δὲ γένος ἐν αὐταῖς ἰχθύων καταμένει,
ὅπως τῶν πάντων ἄνακτα, θηρίων ἵππων ὄνων.
δρακόντων ἄρκτων τίγρεων παρδάλεων λεόντων,
οἰκείαις ἔπλασε χερσὶν ἀῤῥήτω τε σοφία,
καὶ τῆς Ἐδὲμ κατατρυφᾷν ἔδωκε τὸ χωρίον,
ἄλλα τε πᾶσαν ἔννοιαν βροτείαν ἐκνικῶντα.
ἐξαίσια πανθαύμαστα τεράστια παντοῖα.
ἔτι σὺν τούτοις γίγαντας ἄνδρας ἀσπιδηφόρους.
εἰς οὐρανὸν τοξεύοντας θεῷ φιλονεικοῦντας,
τὰς πυραμίδας Ἰωσήφ τὸν πύργον τῆς χαλάνης,
Ἑλένης τε τὴν ἁρπαγὴν τῆς καλλισφύρου νύμφης,
τὸν στόλον τὸν ταχύπτερον, τὸν χιλιοναυστόλον,
τὴν ἅλωσιν τὴν σκύλευσιν τῆς τρισμεγίστου Τροίας,
ἣν Ποσειδὼν ἐπόλισεν Ἀπόλλωνι σὺν ἅμα,
ἢν Ἥρα κατηδάφισεν τῆς Ἀθηνᾶς συνούσης,
ἀνδρῶν ἡρώων εὐγενῶν ἁπάντων βασιλείας,
τῶν εὐσεβῶν καὶ δυσεβῶν ἀφρόνων συνετῶν τε,
χρηστῶν κακούργων καὶ σεμνῶν ἀσέμνως βιοσάντων,
τοῦ Κωνσταντίνου Μανασσῆ τὴν βίβλον τὴν ὀλβίαν.
τῆν γλυκυτάτην καὶ τερπνὴν ὑπὲρ κηρὸν καὶ μέλι,
ὑπὲρ σειρήνων τὰς ὠδὰς ὑπὲρ Ὀρφέως λύραν,
ἐμοῖς προτέθεικας χερσὶ προστάσσων μοι τοῦ γράψαι,
πρὸς κόρον πρὸς ἡδύτητα πρὸς χαρμονὴν πρὸς τέρψιν,
ψυχῆς ὁμοῦ καὶ σώματος νοός τε καὶ καρδίας.
ἐγὼ δ’ ὡς ἔθος κτώμενος σοὶ πειθαρχῶν εἰς πάντα,
εἰ δέρας τὸ χρυσόμαλλον προσέταξας κομίσαι.
ἢ μῆλα τὰ θρυλλούμενα χρυσᾶ τῶν Ἑσπερίδων.
ἢ καὶ ψυχὴν ἐμὴν αὐτὴν προέσθαι τῷ θανάτῳ,
ἤδη τὸ προσταττόμενον ταχέως ἐκπληρώσας,
ἀρχῆς ἀπ’ἄκρης ἔγραψα μέχρι καὶ τέλους ταύτης
ἣνπερ λαβὼν ἀνάγνωθι καὶ τῆς ψυχῆς τοῖς σίμβλοις,
ὡς μέλισσα φιλόπονος θησαύριζε τὰ κρείττω.
ψυχοβλαβῆ δὲ σύμπαντα καὶ ῥυπαρὰ καὶ φαῦλα,
ἐκτρέπου πέμπε δίωκε πόῤῥωθεν ὅσον τάχος.
ἡμῖν δὲ πάλιν πρόσταττε συχνάκις ἐκπληρούμενος
ψυχῆς τὰ καταθύμια καὶ πάσας τὰς ὀρέξεις.
ἰδοὺ γὰρ ἐπεθύμησα πάσας τὰς ἐντολάς σου.
ἐμὲ δὲ ζῆσον ὥς φησι Δαυῒδ ὁ προφητάναξ.
Title(s) Τοῦ αὐτοῦ ἱερέως στίχοι πρὸς τὸν προστάξαντα τούτω τὴν βίβλον γράψαι εὐγενέστατον ἄρχοντα κυρ. μανουὴλ τὸν Ὑαλινᾶν
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Person(s)
Poet
Michael Loulloudes (13th c. - 14th c.) - RGK: I.281, II.385, III.464 - VGH: 314.E - PLP: VI.15164 (anagnostes)
Metre(s) Decapentasyllable
Subject(s)
Tag(s) Dedication
Bibliography

Bibliography category to be determined

DBBE (last accessed: 2021-11-13).
Number of verses 62
Occurrence(s)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification Vassis ICB 2005, 492: "Michael Luludes, Ad Manuelem Hyalinam"
Permalink https://www.dbbe.ugent.be/types/5361
Last modified: 2021-09-03.