| Δόξα σοι π(άτ)ερ, υἰὲ καὶ θεῖον πν(εῦμ)α: | |
| Δόξα σοι τρισήλιε, θεότης μία: | |
| Δόξα σοι ἡ ἄτμητος, φύσις ἡ θεῖα: | |
| Σοὶ π(άτ)ερ πρὸ ἄναρχε, σὺν σέοις πρέμ(οις): | |
| Ὁδήγει κἀμοὶ τῶ χθαμαλῶ καῖ τλήμω: | |
| Τοῦ πορεύεσθαι εἰς σ(ωτη)ρίους τρίβους | |
| Ἂς αὐτὸς ἀπέφηνας, τοῦ σέου κλήρου: | |
| Ὅπως τῆς ἄνω, τύχουσι κληρουχίας: | |
| Διὃ κἀμοὶ ἄρητε τριὰς ἡ θεῖα: | |
| Σκέπε ἐσθλῶς με ὑπὸ βελῶν τοῦ πλάνου: | |
| ὅπως ὠφθῶ σοι ἐν ἐκείνη τῇ ὥρα: | |
| Ἡνίκα μέλλεις ποιῆσαι δικαίαν κρίς(ιν): | |
| Κεκαθαρμένος, τῇ ψυχῆ σὺν τῷ σῶμα: | |
| Καὶ ἀκούσω σου, γύρης ἐνδοξοτάτης: | |
| Εἴσελθε χαίρων εἰς χαρὰν τοῦ κυρίου: | |
| Διὰ πρεσβειῶν, τῆς ἐνδόξου δεσποίν(ης): | |
| ἀγγέλων πάντων, προφητ(ῶν) καὶ ὁσίων: | |
| Δῆμος θεοφόρων τε, πάντων μαρτύρων: | |
| Ναζηραίων πλῆθος τε, δικαί(ων) φάλαξ: | |
| Ὑπὲρ ἐμοῦ τοῦ τλήμωνο(ς) ἐκδυσωπεῖτε. | |
| π(ατέ)ρα υἱὸν, καὶ τὸ ἅγιον πνεῦμα: | |
| ὅπως ἀριθμήσει με, ληνοῖς τοῖς ἄνω: | |
| Τὸν ἀνάξιον χθαμαλὸν τλήμωνά τε: | |
| Ἀμὴν ἀμὴν γένοιτο, τοῦτο χ(ριστ)έ μου: | |
| Σὺ δόξα πρέπει εἰς αἰώνας ἀλήκτους: |
Last modified: 2020-08-18.
