Type 5078
(formerly typ/3137)
Δόξα σοι πάτερ, υἱὲ καὶ θεῖον πνεῦμα | |
δόξα σοι τρισήλιε, θεότης μία | |
δόξα σοι ἡ ἄτμητος, φύσις ἡ θεῖα | |
σοὶ πάτερ προάναρχε, σὺν σέοις πρέμοις | |
ὁδήγει κἀμοὶ τῷ χθαμαλῷ καὶ τλήμῳ | |
τοῦ πορεύεσθαι εἰς σωτηρίους τρίβους | |
ἃς αὐτὸς ἀπέφηνας, τοῦ σέου κλήρου | |
ὅπως τῆς ἄνω, τύχουσι κληρουχίας | |
διὸ κἀμοὶ ἄρρητε τριὰς ἡ θεῖα; | |
Σκέπε ἐσθλῶς με ὑπὸ βελῶν τοῦ πλάνου | |
ὅπως ὠφθῶ σοι ἐν ἐκείνῃ τῇ ὥρᾳ | |
ἡνίκα μέλλεις ποιῆσαι δικαίαν κρίσιν | |
κεκαθαρμένος, τῇ ψυχῇ σὺν τῷ σῶμα | |
καὶ ἀκούσω σου, γύρης ἐνδοξοτάτης | |
εἴσελθε χαίρων εἰς χαρὰν τοῦ Κυρίου | |
διὰ πρεσβειῶν, τῆς ἐνδόξου δεσποίνης | |
ἀγγέλων πάντων, προφητῶν καὶ ὁσίων | |
δῆμος θεοφόρων τε, πάντων μαρτύρων | |
Ναζηραίων πλῆθος τε, δικαίων φάλαξ | |
ὑπὲρ ἐμοῦ τοῦ τλήμωνος ἐκδυσωπεῖτε. | |
Πατέρα υἱὸν, καὶ τὸ ἅγιον πνεῦμα | |
ὅπως ἀριθμήσει με, ληνοῖς τοῖς ἄνω | |
τὸν ἀνάξιον χθαμαλὸν τλήμωνά τε | |
ἀμὴν ἀμὴν γένοιτο, τοῦτο Χριστέ μου | |
σὺ δόξα πρέπει εἰς αἰῶνας ἀλήκτους. |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Bibliography |
Bibliography category to be determined A. Turyn, 1972, Dated Greek Manuscripts of the Thirteenth and Fourteenth Centuries in the Libraries of Italy. Text (vol. 1), Urbana: 200-201 |
Number of verses | 25 |
Occurrence(s) |
[21829] Δόξα σοι π(άτ)ερ, υἰὲ καὶ θεῖον πν(εῦμ)α
[1346]
VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 578 (coll. 866) [1346] (f. 147v) (25 verses) |
Identification | Vassis ICB 2005, 152: "Librarii subscr." |
Permalink | https://www.dbbe.ugent.be/types/5078 |
Last modified: 2019-05-19.