Occurrence 21467
(formerly occ/5286)

στίχοι
 
ὅς ἂν ἐνίδης τῆ γραφῆ τῆ τῆς βίβλου·
τὸν νοῦν σχολάσ(ας) κοσμικ(ῶν) ἐκ φροντίδων·
πρόσχες πρεπ(όν)τως ἐκπονηθεῖσι λόγ(οις)
π(ατρ)ὶ τιμίω συμεῶνι τῶ πάνυ·
μονῆς προεδρεύσ(αν)τι τ(ῆς) ξηροκέρκου
οὓς τρ(εῖς) ἐπιγνοὺς κ(αὶ) τριάκοντα, μέτρον·
ἀναλόγισαι τοὺς τοσαρίθμους χρόνους·
οὕσπερ διῆξε κ(α)τ(α)γῆν ὁ δεσπότης
βίους καθ' ἡμᾶς ὡς βροτὸ(ς) σαρκενδύτης·
καὶ τοῦτο βαλ(ὼν) κατὰ νοῦν, σπεῦσ(ον) τάχος·
συνεκμετρῆσαι τοῖς χρόνοις τοῦ δεσπότ(ου)
πν(ευματ)ικὴν αὔξησιν ἣν δέλτο(ς) φέρει
ἐξ ἰσαρίθμ(ων) τοῦ π(ατ)ρ(ὸ)ς σοφῶν λόγων
ἂν γὰρ ἀναγν(ῶς) κ(αὶ) διαγνῶς τοὺς λόγους·
γνῶσιν ἐπιγνώσειας, ἐνθέου βίου·
χ(ριστ)ῷ δὲ συζήσει(ας) αὔξων εἰς τόσον·
ὡς οὐδὲ φοῖνιξ, ψυχικ(ὴν) ἡλικίαν·
ἄχρις μέτρ(ον) φθάσει(ας) ἂν ἡλικίας
ἀνὴρ καταστ(ὰς), ἐντελὴς τῶ δεσπότη
οὕτω δὲ χ(ριστ)ῶ συμβιώσ(ας) ἐκθύμως
καὶ πν(ευματ)ικῶς συνενωθεὶς ὡς θέμις·
αὐτῶ συναρθῆς, γῆθεν ἀνυψουμένω
τόπον τε φθάσεις οὗπερ ὁ χ(ριστ)ὸς μένει·
ἕλκει γὰρ εἰς ἅγια, πάντας ἁγίων·
ἰχνηλατεῖν θέλοντ(ας), αὐτοῦ τ(ὰς) τρίβ(ους)·
ἔνθα πρόδρομος, ὑπὲρ ἡμ(ῶν) εἰσέδυ·
ὥσπερ μεσίτ(ης), ἀρχυθύτης ὡς μέγας·
οὔκουν γὰρ, εἰσέλθη τίς εἰς τὸν π(ατέ)ρα·
εἰ μὴ δι' αὐτοῦ ῥῆσις αὕτη κ(υρίο)υ·
φησί δε πάλιν οὗτος ὡς θέλω π(άτ)ερ·
οὕς μοι δέδωκ(ας), ἵνα ὅπου κἀγὼ μ(έν)ω·
ἐμοὶ συνῶσι καὶ τρανῶς βλέπωσί μου·
τὴν δόξαν ἣν δέδωκ(ας), αὐτός μοι πᾶσ(αν).
σοὶ γὰρ πρέπει δόξα, εἰς τοὺς αἰῶν(ας) ἀμὴν:–
Type(s) [6114] Ὃς ἂν ἐνίδης τῇ γραφῇ τῇ τῆς βίβλου (33 verses)
Text source DBBE
Text status Text completely known
Date 11th-12th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - Coisl. 292 [11th-12th c.]
Place in Manuscript f. 6v-7r
Palaeographical information Title and initial in red ink.
Contextual information The epigram is followed by 'σοὶ γὰρ πρέπει δόξα εἰς τοὺς ἀμήν'.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) Symeon the Theologian (949-1022) - PMBZ: 29643: "Personenkennziffer: 27488"
Comment Devreesse (1945: 274): '(ff. 6v-7) de trente-six vers de douze syllabes sur l'auteur et son oeuvre'. Actually, the epigram counts 33 verses.
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b8571090z/f31.image.r=Coislin.langEN
Bibliography
Number of verses 33
Related occurrence(s)
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/21467
Last modified: 2019-07-31.