Occurrence 21466
(formerly occ/5285)

ὅς ἂν ἐνίδης τῇ γραφῇ τῇ τῆς βίβλου
τὸν νοῦν σχολάσας | κοσμικῶν ἐκ φροντίδων
πρόσχες πρεπόντως ἐκπο|νηθεῖσι λόγοις
π(ατ)ρὶ τιμίῳ συμεῶνι τῷ πάνυ
μονῆς | προεδρεύσαντι τῆς ξηροκέρκου
οὓς τρεῖς ἐπιγνοὺς καὶ | τριάκοντα, μέτρον
ἀναλόγισαι τοὺς τοσαρίθμους χρό|νους
οὕσπερ διῆξε καταγῆν ὁ δεσπότης
βιοὺς καθ' ἡμ(ᾶς) | ὡς βροτὸς σαρκενδύτης
καὶ τοῦτο βαλὼν κατὰ νοῦν, σπεῦ|σον τάχος
συνεκμετρῆσαι τ(οῖς) χρόνοις τοῦ δεσπότου
πν(ευματ)ι|κὴν αὔξησιν ἣν δέλτος φέρει
ἐξ ἰσαρίθμων τοῦ π(ατ)ρ(ὸ)ς σο|φῶν λόγων
ἂν γὰρ ἀναγνῶς καὶ διαγνῶς τοὺς λόγους |
γνῶσιν ἐπιγνώσειας ἐνθέου βίου
χ(ριστ)ῷ δὲ συζήσειας αὔξων εἰς | τόσον
ὡς οὐδὲ φοῖνιξ ψυχικὴν ἡλικίαν
ἄχρις μέτρον φθά|σειας ἂν ἡλικίας
ἀνὴρ καταστὰς ἐντελὴς τῷ δεσπότη
οὕ|τω δὲ χ(ριστ)ῷ συμβιώσας ἐκθύμως
καὶ πν(ευματ)ικῶς συνενωθεὶς | ὡς θέμις
αὐτῶ συναρθῆς γῆθεν ἀνυψουμένῳ
τόπον τὲ | φθάσεις οὗπερ ὁ χ(ριστ)ὸς μένει
ἕλκει γὰρ εἰς ἅγια πάντας ἁγίω(ν)
ἰχνηλατεῖν θέλοντας αὐτοῦ τὰς τρίβους
ἔνθα πρόδρο|μος ὑπὲρ ἡμῶν εἰσέδυ
ὥσπερ μεσίτης ἀρχιθύτης | ὡς μέγας
οὔκουν γὰρ εἰσέλθη τίς εἰς τὸν π(ατέ)ρα
εἰ μὴ | δι' αὐτοῦ ῥῆσις αὕτη κ(υρίο)υ
φησί δε πάλιν οὗτος ὡς | θέλω π(άτ)ερ
οὕς μοι δέδωκας ἵνα ὅπου κἀγὼ μένω |
ἐμοὶ συνῶσι καὶ τρανῶς βλέπωσί μου |
τὴν δόξαν ἣν δέδωκας αὐτός μοι πᾶσαν:-
Type(s) [6114] Ὃς ἂν ἐνίδης τῇ γραφῇ τῇ τῆς βίβλου (33 verses)
Text source DBBE
Text status Text completely known
Date 14th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - Coisl. 291 [14th c.]
Place in Manuscript f. 4v
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) Symeon the Theologian (949-1022) - PMBZ: 29643: "Personenkennziffer: 27488"
Comment Devreesse (1945: 273): '(f. 4v) brève notice en trente-six vers de douze syllabes sur l'auteur et son oeuvre'. Actually, the epigram counts 33 lines.
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b52000471t/f14.item
Bibliography
Number of verses 33
Related occurrence(s)
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/21466
Last modified: 2019-07-31.