Type 6114
(formerly typ/4099)
Ὃς ἂν ἐνίδης τῇ γραφῇ τῇ τῆς βίβλου | |
τὸν νοῦν σχολάσας κοσμικῶν ἐκ φροντίδων | |
πρόσχες πρεπόντως ἐκ πονηθεῖσι λόγοις | |
πατρὶ τιμίῳ Συμεῶνι τῷ πάνυ | |
μονῆς προεδρεύσαντι τῆς ξηροκέρκου | |
οὓς τρεῖς ἐπιγνοὺς καὶ τριάκοντα, μέτρου | |
ἀναλόγισαι τοὺς τοσαρίθμους χρόνους | |
οὕσπερ διῆξε καταγῆν ὁ δεσπότης | |
βίους καθ' ἡμᾶς ὡς βροτὸς σαρκενδύτης | |
καὶ τοῦτο βαλὼν κατὰ νοῦν, σπεῦσον τάχος | |
συνεκμετρῆσαι τοῖς χρόνοις τοῦ δεσπότου | |
πνευματικὴν αὔξησιν ἣν δέλτος φέρει | |
ἐξ ἰσαρίθμων τοῦ πατρὸς σοφῶν λόγων | |
ἂν γὰρ ἀναγνῶς καὶ διαγνῶς τοὺς λόγους | |
γνῶσιν ἐπιγνώσειας ἐν θέου βίου | |
Χριστῷ δὲ συζήσειας αὔξων εἰς τόσον | |
ὡς οὐδὲ φοῖνιξ ψυχικὴν ἡλικίαν | |
ἄχρις μέτρον φθάσειας ἂν ἡλικίας | |
ἀνὴρ καταστὰς ἐντελὴς τῷ δεσπότη | |
οὕτω δὲ Χριστῷ συμβιώσας ἐκθύμως | |
καὶ πνευματικῶς συνενωθεὶς ὡς θέμις | |
αὐτῶ συναρθῆς γῆθεν ἀνυψουμένῳ | |
τόπον τὲ φθάσεις οὗπερ ὁ Χριστὸς μένει | |
ἕλκει γὰρ εἰς ἅγια πάντας ἁγίων | |
ἰχνηλατεῖν θέλοντας αὐτοῦ τὰς τρίβους | |
ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσέδυ | |
ὥσπερ μεσίτης ἀρχιτύτης ὡς μέγας | |
οὔκουν γὰρ εἰσέλθη τίς εἰς τὸν πατέρα | |
εἰ μὴ δι' αὐτοῦ ῥῆσις αὕτη Κυρίου | |
φησί δε πάλιν οὗτος ὡς θέλω πάτερ | |
οὕς μοι δέδωκας ἵνα ὅπου κἀγὼ μένω | |
ἐμοὶ συνῶσι καὶ τρανῶς βλέπωσι μου | |
τὴν δόξαν ἣν δέδωκας αὐτός μοι πᾶσαν. |
Editorial status | Not a critical text |
Genre(s) | Author-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | Symeon the Theologian (949-1022) - PMBZ: 29643: "Personenkennziffer: 27488" - RGK: - VGH: - PBE: - PBW: - PLP: |
Bibliography |
Bibliography category to be determined B. Krivochéine, J. Paramelle, 1963, Syméon le nouveau théologien. Catéchèses 1-5, Paris: 79-80 |
Number of verses | 33 |
Occurrence(s) |
|
Identification | Vassis ICB 2005, 549: "In Symeonis Novi Theologi catecheses" |
Permalink | https://www.dbbe.ugent.be/types/6114 |
Last modified: 2019-06-19.