Occurrence 24943
(formerly occ/8941)

·: τοῦ αὐτοῦ | μεταφραστικοῖ, ἀπό τινος τ(ῶν) τοῦ λουκιανοῦ λόγων | εἰς εἰκόνα ἔχουσαν ἐζωγραφημ(έν)(ον) τ(ον) τοῦ ἀλεξάνδρ(ου) γάμον:~
 
άλαμος ἰδοὺ, νυμφικὴν φέρων κλίνην·
ἐφ’ ἧς ἀτεχνῶς εὐπρεπὴς ἡ ῥωξάνη·
σκοπεῖ δὲ τὴν γῆν ὡς ὑπ’ αἰδοῦς ἡ κόρη,
μὴ πρὸς τὸν ἀλέξανδρον ἑστῶτα βλέπη·
ἔρως δέ τις πάρεστιν ἐξ ὀπισθίου·
καὶ τῆς κεφαλῆς τὴν καλύπτραν ἑλκύσας,
τῷ νυμφίῳ δείκνυσι τὴν ποθουμένην·
ἄλλος δ’ ἀφαιρεῖ τοῦ ποδὸς τὴν ἀρβύλην, ||
δουλοπρεπεῖ σχήματι καμφθεὶς εἰς γόνυ·
ταύτην γὰρ ἂν βούλοιτο καὶ κατακλίνειν·
ἄλλος δὲ τῆς χλανίδος αὐτὸν ἀρπάσας,
ἕλκει πρὸς αὐτὴν ἐμβριθῶς τὴν ῥωξάνην·
ὁ γοῦν βασιλεὺς γειτνιῶν τῇ παρθένῳ,
πρὸ τοῦ γάμου στέφανον εὐθὺς εἰσφέρει·
καὶ νυμφαγωγῶν συμπαρῆν ἡφαιστίων·
ὃς ἀπερεισθεὶς εἰς τὸ μειρακύλλιον,
τὸ φαιδρὸν ὦ βέλτιστε καὶ βρύον τόδε·
πρὸς γὰρ τὸν ὑμέναιον ἡ τέχνη βλέπει,
γαμηλίου δείκνυσι πυρσοὺς λαμπάδος·
ἄλλοι δ’ ἔρωτες αὖθις ἡδεῖς ἐκτόπως,
ἐν τοῖς ὅπλοις παίζουσι τοῖς τοῦ νυμφίου·
οἱ μὲν γὰρ αὐτῶν ὡς ὁρᾶν ἔχεις δύο,
κατωμαδὸν φέρουσιν αὐτοῦ τὸ ξίφος·
ἄλλοι δὲ δύο τῶν βασιλέων ἕνα,
ἡττημένον σύρουσιν ἐκ τῆς ἀσπίδος,
λαβόντες αὐτῆς τὰς ἀπὸ σκύτους πέδας·
εἷς δ’ ἄλλος εἰσδὺς ὕπτιον τὸν θώρακα,
τάχα τὸν ἐσμὸν ἐκταράξει τῶν φίλων·
ὅταν ἐπ’ αὐτὸν ἡ ῥοπὴ τούτους φέρη·
πλὴν οὐ γραφὴ καὶ μῦθος ἁπλῶς ἃ βλέπεις·
ἀλλ’ ἔστιν εὑρεῖν ἀπὸ τῶν ὁρωμένων·
ὡς αὐτὸς ἀλέξανδρος ἐλθὼν εἰς γάμους,
τῶν ἀρεϊκῶν εἴχετο σπουδασμάτων:+
Type(s) [6630] Θάλαμος ἰδοὺ νυμφικὴν φέρων κλίνην (33 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 15th c.
Manuscript MILAN - Biblioteca Ambrosiana E 11 inf. [15th c.]
Place in Manuscript f. 247r-247v
Palaeographical information Title written in red ink.
Contextual information Written after the other epigram by Philes.
Metre(s) Dactylic hexameter
Subject(s) Alexander the Great of Pella < Central Macedonia < Greece (356 BC - 323 BC)
Comment Martini-Bassi (1906: 1082): 'Manuelis Philae στίχοι εἰς τὸν βασιλέα ἀλέξανδρον:. et μεταφραστικοὶ, ἀπό τινος τῶν τοῦ λουκιανοῦ λόγων· εἰς εἰκόνα etc. (Miller, II pp. 334-337)'.
Bibliography
Number of verses 33
Related occurrence(s) [24944] Θάλαμος ἰδοὺ νυμφικὴν φέρων κλίνην [15th c.]
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 1642 [15th c.] (f. 277r)
(33 verses) (32/33)
Acknowledgements
Creator(s)
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/24943
Last modified: 2019-06-18.