Occurrence 20761
(formerly occ/4457)

ἕτεροι στίχοι περιέχοντες τὴν ὅλην ὑπόθεσιν τῆς ὀδυσύος
 
Μόθους ἀποδρὰς καὶ μόγους τοὺς ἐν μόθοις
ἥρηκας ἐχθρῶν τῶν μαχητῶν τὴν πόλιν·
ὡς ἀγχίνους ἵππω τε κ(αὶ) δόλω πλέον·
πλήθη δὲ χρυσῶν πολλὰ σὺν κειμηλίοις
ἔχων ἔβης ἐν νηυσὶ ταῖς σαῖς ὠκέως
ἐντεῦθεν ἤρξω τῆς πολυπλάγκτου πλάνης·
ὅρμω δὲ τὰς ναῦς τῶν κικόνων ὁρμίσας
ἐξῆλθες αὐτοῖς τοῖς ὅπλοις πεφραγμένος, ||
κτανὼν δὲ πολλοὺς τῶν κικόνων τῶ ξίφει
ἐν νηυσὶ ταῖς σαῖς, εὐκόλως ἔβης πάλιν·
καὶ λωτοφάγων τοὺς τόπους καὶ τὰς πόλεις
ἰδὼν, ἀπῆλθες πρὸ(ς) τὸ κυκλώπων γένος·
καὶ τὸν κύκλωπα τῆς δρακοντώδους θέας
στερήσας, ἦλθες αὖθις εἰς λαιστρυγόνα·
τὰς ναῦς δὲ τὰς σὰς ταῖς πέτραις κατακλάσας,
κίρκη προσῆλθες ἐν μιᾶ τῆ πορθμίδι·
ἥτις πρὸ(ς) εἴδη τοὺς ἑταίρους θηρί(ων)
ἤμειψεν ἠλλοίωσε, ῥαδίως πάνυ·
ἀφεὶς δὲ ταύτην, ἧκες εἰς δόμους ἅδου·
τούτους δ᾽ ἀποδρᾶς, πρὸ(ς) τὸ τῆς σκύλης σπέος
ἤδη κατῆλθες καὶ πρὸ(ς) αὐτὴν ἡλίου
τὴν νῆσον· ἐν ταύτη δὲ πορθμεῖον κλάσας·
ἱστῶ τε μικρῷ καὶ ξύλω σεσημμένω
εἶδες χάρυβδιν τὴν φόβου πεπλησμένην·
ἦλθες δ᾽ ἀπ᾽ αὐτῆς, πρὸ(ς) τόπους ὠγυγίας·
πάλιν δ᾽ ἀπ᾽ αὐτῆς πρὸ(ς) τόπους τῶν φαιάκων·
πρ(ὸ)ς ὧν τυχὼν νόστου τε πρὸ(ς) τὴν ἰθάκην
ἧκες πρ(ὸ)ς αὐτὴν π(ατ)ρίδα τε καὶ δόμους·
εὑρών δ᾽ ἐν αὐτῆ τῶν ατασθάλων στίφη
φένεις ἅπαντας τῶ βέλει καὶ τῶ ξίφει·
λαβὼν δὲ τέρμα τῆς πολυπλάγκτου πλάνης
τὴν νῆσον οἰκεῖς, τὴν φίλην τὴν ἰθάκην·
τοιάδε τὰ σκάμματα σὺ καὶ τοὺς μόγους
ἔτλης ἐκαρτέρησας ὥσπερ γεννάδας
ὅπως θεάση καὶ δόμον καὶ π(ατ)ρίδη
ὦ παῖ λαέρτου τῶν δόλων πεπλησμένε:+
Type(s) [4391] Μόθους ἀποδρὰς καὶ μόγους τοὺς ἐν μόθοις (36 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 15th c.
Manuscript MILAN - Biblioteca Ambrosiana Q 88 sup. [15th c.]
Place in Manuscript f. 276r-276v
Palaeographical information Initial written in red ink.
Contextual information This poem is the second in a series of two epigrams.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) Odysseus
Bibliography
Number of verses 36
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/20761
Last modified: 2017-10-03.