Occurrence 17696
(formerly occ/943)

ἕτεροι στίχ(οι) περιέχοντες τὴν ὅλην ὑπόθεσιν τῆς ὀδύσσει(ας)
 
Μόθους ἀποδρὰς καὶ μόγους τοὺς ἐν μόθοις,
ἥρηκας ἐχθρῶν τῶν μαχητῶν τὴν πόλιν·
ὡς ἀγχίνους ἵππω τε καὶ δόλω πλέον·
πλήθη δὲ χρυσῶν πολλὰ σὺν κειμηλίοις.
(…)χων ἔβης ἐν νηυσὶ ταῖς σαῖς ὠκέως·
ἐντεῦθεν ἤρξω τῆς πολυπλάγκτου πλάνης.
(…)ρμω δὲ τὰς ναῦς τῶν κικόνων ὁρμίσας,
ἐξῆλθες αὐτοῖς τοῖς ὅπλοις πεφραγμένος·
κτανὼν δὲ πολλοὺς τῶν κικόνων τῶ ξίφει·
ἐν νηυσὶ ταῖς σαῖς εὐκόλως ἔβης πάλιν·
καὶ λωτοφάγων τοὺς τόπους καὶ τὰς πόλεις,
ἰδὼν, ἀπῆλθες πρὸς τὸ κυκλώπων γένος·
καὶ τὸν κύκλωπα τῆς δρακοντώδους θέας
στερήσας, ἦλθες αὖθις εἰς λαιστρυγόνα·
τὰς ναῦς δὲ τὰς σὰς ταῖς πέτραις κατακλάσας·
κίρκη προσῆλθες ἐν μιᾶ τῆ πορθμίδι,
ἥτις πρὸς εἴδη τ(οὺς) ἑταίρους θηρίων
ἤμειψεν ἠλλοίωσε ῥαδίως πάνυ.
ἀφεὶς δὲ ταύτην ἧκες εἰς δόμους ἅδου·
τούτ(ους) δ᾽ ἀποδρὰς πρὸς τὸ τῆς σκύλλης σπέος
ἤδη κατῆλθες· καὶ πρὸς αὐτὴν ἡλίου
τὴν νῆσον· ἐν ταύτη δὲ πορθμεῖον κλάσας,
ἱστῶ τὲ μικρῶ καὶ ξύλω σεσημμένω,
εἶδες χάρυβδιν τὴν φόβου πεπλησμένην·
ἦλθες δ᾽ ἀπ᾽ αὐτῆς πρὸς τόπους ὠγυγίας,
πάλιν δ᾽ ἀπ᾽ αὐτῆς πρὸς τόπ(ους) τῶν φαιάκων·
πρὸς ὧν τυχὼν νόστου τε πρὸς τὴν ἰθάκην,
ἧκες πρὸς αὐτὴν π(ατ)ρίδα τε καὶ δόμους·
(…)ὑρών δ᾽ ἐν αὐτῆ τῶν ἀτασθάλων στίφη,
φένεις ἅπαντας τῶ βέλει καὶ τῶ ξίφει·
λαβὼν δὲ τέρμα τῆς πολυπλάγκτου πλάνης,
τὴν νῆσον οἰκεῖς τὴν φίλην τὴν ἰθάκην·
τοιάδε τὰ σκάμματα σὺ καὶ τοὺς μόγ(ους)
ἔτλης ἐκαρτέρησας ὥσπερ γεννάδας·
ὅπως θεάση καὶ δόμον κ(αὶ) πατρίδα,
ὦ παῖ λαέρτου τῶν δόλων πεπλησμένε+
Type(s) [4391] Μόθους ἀποδρὰς καὶ μόγους τοὺς ἐν μόθοις (36 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 1335-1336
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Palat. gr. 7 [1335-1336]
Place in Manuscript f. 198r
Person(s)
Scribe
George Chrysokokkes (14th c.) - RGK: III.126 - PLP: XII.31142
Palaeographical information The title of the epigram is written in red ink.
Contextual information The epigram follows the Odyssey.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s)
Comment Stevenson (1885: 5) gives only the incipit.
Image source(s)
Bibliography
Number of verses 36
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/17696
Last modified: 2021-09-16.