Type 4391
(formerly typ/2488)
| Μόθους ἀποδρὰς καὶ μόγους τοὺς ἐν μόθοις | |
| ᾕρηκας ἐχθρῶν τῶν μαχητῶν τὴν πόλιν | |
| ὡς ἀγχίνους ἵππῷ τε καὶ δόλῳ πλέον· | |
| πλήθη δὲ χρυσῶν πολλὰ σὺν κειμηλίοις | |
| ἔχων ἔβης ἐν νηυσὶ ταῖς σαῖς ὠκέως· | |
| ἐντεῦθεν ἤρξω τῆς πολυπλάγκτου πλάνης. | |
| Ὅρμῳ δὲ τὰς ναῦς τῶν κικόνων ὁρμίσας | |
| ἐξῆλθες αὐτοῖς τοῖς ὅπλοις πεφραγμένος. | |
| Κτανὼν δὲ πολλοὺς τῶν κικόνων τῶ ξίφει | |
| ἐν νηυσὶ ταῖς σαῖς εὐκόλως ἔβης πάλιν· | |
| καὶ λωτοφάγων τοὺς τόπους καὶ τὰς πόλεις | |
| ἰδὼν ἀπῆλθες πρὸς τὸ κυκλώπων γένος· | |
| καὶ τὸν κύκλωπα τῆς δρακοντώδους θέας | |
| στερήσας ἦλθες αὖθις εἰς λαιστρυγόνα. | |
| Τὰς ναῦς δὲ τὰς σὰς ταῖς πέτραις κατακλάσας | |
| κίρκη προσῆλθες ἐν μιᾷ τῇ πορθμίδι, | |
| ἥτις πρὸς εἴδη τοὺς ἑταίρους θηρίων | |
| ἤμειψεν ἠλλοίωσε ῥαδίως πάνυ. | |
| Ἀφεὶς δὲ ταύτην ἧκες εἰς δόμους ᾅδου· | |
| τούτους δ᾽ ἀποδρὰς πρὸς τὸ τῆς σκύλης σπέος | |
| ἤδη κατῆλθες καὶ πρὸς αὐτὴν ἡλίου | |
| τὴν νῆσον. Ἐν ταύτῃ δὲ πορθμεῖον κλάσας; | |
| Ἱστῷ τὲ μικρῷ καὶ ξύλῳ σεσημμένῳ | |
| εἶδες χάρυβδιν τὴν φόβου πεπλησμένην. | |
| Ἦλθες δ᾽ ἀπ᾽ αὐτῆς πρὸς τόπους ὠγυγίας, | |
| πάλιν δ᾽ ἀπ᾽ αὐτῆς πρὸς τόπους τῶν φαιάκων | |
| πρὸς ὧν τυχὼν νόστου τε πρὸς τὴν ἰθάκην | |
| ἧκες πρὸς αὐτὴν πατρίδα τε καὶ δόμους. | |
| Εὑρών δ᾽ ἐν αὐτᾕ τῶν ἀτασθάλων στίφους | |
| φένεις ἅπαντας τῶ βέλει καὶ τῶ ξίφει. | |
| Λαβὼν δὲ τέρμα τῆς πολυπλάγκτου πλάνης | |
| τὴν νῆσον οἰκεῖς τὴν φίλην τὴν ἰθάκην. | |
| Τοιάδε τὰ σκάμματα σὺ καὶ τοὺς μόγους | |
| ἔτλης ἐκαρτέρησας ὥσπερ γεννάδας, | |
| ὅπως θεάσῃ καὶ δόμον καὶ πατρίδα, | |
| ὦ παῖ λαέρτου τῶν δόλων πεπλησμένε†. |
Last modified: 2021-01-21.
