Occurrence 19924
(formerly occ/3528)
Δέσποτα χριστὲ καὶ θεὲ τῶν ἁπάντων | |
ἄφεσίν μοι δὸς τῶν πολλῶν ἐγχλημάτων | |
ὧνπερ ἔπραξα ἐν γνώσει καὶ ἀγνοίᾳ, | |
πρεσβείαις τῆς σὲ ἀφθόρως κυησάσης, | |
προφητῶν ὁμοῦ καὶ σοφῶν ἀποστόλων, | |
ἀθλοφόρων τε, ἱεραρχῶν, ὁσίων, | |
γυναικῶν ἀσκητριῶν καὶ ἀθληφόρων, | |
τῶν γεχραμμένων ἐν τῷδε τῷ βιβλίῳ. | |
Δυσωπῶ πάντας ἐν ταύτῃ τῇ δέλτῳ | |
ἐντυγχάνοντας, μνεῖαν ἐμοῦ ποιῇτε | |
ἐν ταῖς πρὸς θεὸς ὑμετέραις πρεσβείαις | |
λύσιν με λαβεῖν τῶν πολλῶν ὀφλημάτων. | |
ἱν' ἀξιωθῶ μερίς (sic) τῶν σοζωμένων | |
ἐν τῇ δευτέρᾳ τοῦ χριστοῦ παρουσίᾳ | |
τὶν (sic) πολλῷ καὶ κόπῳ γεγραφότι | |
αναξίῳ τε ἱερεῖ Σωφρονίῳ | |
καὶ ἐν μοναχοῖς πελόντι ἐλαχίστῳ. |
Last modified: 2023-06-08.