Type 3917
(formerly typ/2008)
| Δέσποτα Χριστὲ καὶ Θεὲ τῶν ἁπάντων, | |
| ἄφεσίν μοι δὸς τῶν πολλῶν ἐγχλημάτων | |
| ὧνπερ ἔπραξα ἐν γνώσει καὶ ἀγνοίᾳ, | |
| πρεσβείαις τῆς σὲ ἀφθόρως κυησάσης, | |
| προφητῶν ὁμοῦ καὶ σοφῶν ἀποστόλων, | |
| ἀθλοφόρων τε, ἱεραρχῶν, ὁσίων, | |
| γυναικῶν ἀσκητριῶν καὶ ἀθληφόρων, | |
| τῶν γεγραμμένων ἐν τῷδε τῷ βιβλίῳ. | |
| Δυσωπῶ πάντας ἐν ταύτῃ τῇ δέλτῳ | |
| ἐντυγχάνοντας, μνεῖαν ἐμοῦ ποιῇτε | |
| ἐν ταῖς πρὸς Θεὸν ὑμετέραις πρεσβείαις | |
| λύσιν με λαβεῖν τῶν πολλῶν ὀφλημάτων, | |
| ἵν' ἀξιωθῶ μέρις τῶν σῳζομένων | |
| ἐν τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, | |
| τὶν (?) πολλῷ καὶ κόπῳ γεγραφότι | |
| ἀναξίῳ τε ἱερεῖ Σωφρονίῳ | |
| καὶ ἐν μοναχοῖς πελόντι ἐλαχίστῳ. |
Last modified: 2024-05-02.
