Occurrence 19489
(formerly occ/2979)
+ πονεῖ μὲν ἡ μέλισσα κηρίον μέλι, | |
φιλοφρονοῦσα προσφυῆ συνεργάτιν· | |
ἐπείπερ ἄλλω τῶ τρυγῶντι κηρία. | |
τὸ κέντρον ἐξέπεμψε καὶ πλήττει μέγα· | |
σκόπει δὲ χεῖρας ἀφθόνως τε (καὶ) φρένας | |
σοφοῦ νικητα δεξιουμένας ὅλους | |
ἐν οἷς ἐφαπλοῖ συλλογῆς τῶ συντόμω: | |
τὴν ὠφέλειαν τοῖς λαβεῖν αἰρουμένοις· | |
παθῶν δυσαχθῶν ἐκ παλαιῶν ποικίλως, | |
ἐξεικονίζων συμπάθειαν δεσπότου. | |
χριστοῦ θέλοντος πᾶσι δὴ τὸ συμφέρον· | |
καὶ νοῦς μὲν αὐτοῦ δακτύλοις τοῦ ζωγράφου | |
μορφὰς ἀνιστόρησεν ὡς κατεικόνα, | |
τηρῶν ἐναργὲς τῶν θεοῦ θελημάτων· | |
φερωνύμου νίκης δὲ καὶ χεῖρες πάλιν. | |
τὰς ἐκφράσεις γράφουσι τῶν μορφωμάτω(ν)· | |
ὡραιότητα δεικνύουσαι γραμμάτων, | |
ἄμφω δὲ πεῖραν συντρέχουσαν τῶ λόγω. | |
ἰατρικῆς είληφεν αὐτὸς τὸ κράτος | |
σαφῶς ἀνιστῶν συμπεσοῦσαν τήν τέχνη(ν). | |
φθόνω λαθοῦσαν καὶ καμοῦσαν τῶ χρόνω· | |
τέχνην ἐκείνην. δημιουργὸν ὀστέων | |
θραῦσιν περισφίγγουσαν εὐλόγω δέσει | |
τὰς ἐκβολὰς στρέφουσαν οἰκεία βάσει· | |
παρατροπὰς ἄρθρων δὲ καὶ τὰς ἐκφύσεις. | |
φέρουσαν εἰς ὄρθωσιν εὐπρεπεστάτην· | |
καὶ δὴ προσάψας ἁρμογὰς ὡς ἦν φύσει· | |
τῶν εἰκόνων μὲν τῆ καταλλήλω φράσει· | |
λόγον δὲ μορφαῖς τεχνικῆ διαπλάσει· | |
τὴν ζωγράφησιν σωματουμένω λόγω· | |
ὡς εἶχεν ἐξήνεγκεν εὐαρμοστίας | |
άριστον ἐργον εὐφυῶς ἠσκημένον· | |
διδάσκαλον φέριστον ἐμπράκτω λόγω·+ |
Last modified: 2021-05-19.