| Ἱππόκρατές τε (καὶ) γαληνὲ καὶ ροῦφε· | |
| χείρων δὲ καὶ σὺ φαρμάκων ἐφευρέτα | |
| ἡ τετράριθμος τῶν παθῶν γαληνότης· | |
| ἄλλη τε πληθὺς τῶν σοφῶν ἀκεστόρων | |
| κόλποις χαρὰν δέχοιο καὶ κρότει μέγα· | |
| πονους γὰρ ὑμῶν τοὺς πριν ἡμαυρωμένους | |
| αὐχμῶντας ἤδη καὶ παρημελημένους. | |
| καὶ φθειριῶντας ὡς λόγος καλλισθένην | |
| νικήτας εὑρῶν παγκρατὴς ἱπποκράτης | |
| ἐξεῦρεν ἐξέδωκεν ὕψωσεν μέγα· | |
| ἄλλων τε πολλῶν σωματουργεῖ κ(αὶ) φέρει· | |
| λύσεις παθῶν φάρμακα τραυμάτων ἄκη· | |
| κ(αὶ) πᾶσαν ἁπλῶς συμβολὴν τῶν ὀστέων· | |
| ἐξεικονίζει τῆι γραφῆι τοῦ ζωγράφου· | |
| οὐκοῦν ἐάν τις εὐθετεῖ(ν) σκελῶν βάσιν· | |
| θραύσεις τε μηρῶν ἐμβολὴν τῶν σπονδύλων· | |
| χωλοὺς ἀνιστᾶν καὶ τελεῖν δρομηφόρους· | |
| ποδαλγιωντας ἐκροῆς τῶν ἰσχίων | |
| τὸ ῥεῦμα δεσμεῖν κ(αὶ) κρατύνειν τ(ους) πόδας· | |
| ἄλλην τε τοῦ σώματος ὀστώδη θέσιν· | |
| θραύουσαν εἰς σύμπηξιν ἁρμόσαι θέλοι, | |
| ὧδε σκοπείτω τῆς γραφῆς τὰς εἰκόνας· | |
| καὶ πασαν εὑρήσειε τῶν παθῶν λύσιν· | |
| ἀλλ᾽ οὖν ἄπαντες τῶν σοφῶν ἀκεστόρων | |
| νέοι προγηράσαντες ὑπουργῶν ὅσοι· | |
| γυμνα κρατεῖτε ρωστικώτατα ξίφη· | |
| στέψατε λοιπὸν τῆς γραφῆς τὸν ἐργάτην· | |
| ἐκ μουσικῶν πλέκοντες ἄνθη τῶν λόγων. | |
| τὸν γὰρ φανέντα κοσμικὸν εὐεργέτην. | |
| πρέπει γεραίρειν ὡς τέχνης φίλον λόγοις | |
| ἀλλ οὖν παρ ἡμῶν τουσδε τοὺς λόγους δέχου, | |
| πρώτην ἁμοιβὴν τῶν σοφων σου πρακτέων· | |
| χαίροις ὁ δειχθεις εὐσθενης ἱπποκράτης | |
| κ(αὶ) πανγάληνος τῶν παθῶν γαληνότης ·:· |
Last modified: 2021-05-19.
