Occurrence 19490
(formerly occ/2980)
+ Ἱππόκρατες σκίρτησον εὐφραίνου μέγα· | |
γαληνὲ συγχόρευε, καὶ ῥοῦφε κρότει· | |
χείρων χαρὰν δέχοιο κολποις καρδίας· | |
ἄλλοι τε πάντες ὀργανοῦντες τὴν τέχνην | |
ἰατρικὴν, τέρποισθε καὶ τεθνηκότες· | |
πόνους γὰρ ὑμῶν ὧδε νικήτας γράφων· | |
εἰς κάλλος αὐτὴν τὴν γραφὴν ἀποξέων· | |
πανευφυῶς τε τῆ τέχνη κεχρημένος, | |
στηλογραφεῖ κάλλιστα σωμάτων πάθη· | |
εἴδη τε πολλὰ σωματουργεῖ φαρμάκων, | |
φέροντα θάμβος πᾶσι τοῖς θεωμένοις· | |
θραύσεις γὰρ ὀστῶν εὐθετεῖ καὶ πηγνύει· | |
τρόπας μεθέλκει τῆ πρὶν εὐαρμοστία· | |
τὸ στρεβλὸν ὀρθοῖ τῆ καταρχὰς συμβάσει· | |
δεσμοὺς ῥαγέντας ἐκ βίας συνδεῖ πάλιν· | |
σφίγγει τὸ χαῦνον, καὶ κρατύνει τὸν τόνον· | |
καὶ κειμένους άττοντας ἐξορχουμένους· | |
δεικνὺς, παριστᾶ τῆ δι᾽ ἔργων ἐμφάσει· | |
νῦν τὴν τέχνην θανοῦσαν ὥσπερ ἐκ τάφου. | |
πηδῶσαν ἔμπνουν ἔμπαλιν δεδειγμένη(ν) | |
Οὐκοῦν γέροντες καὶ νέοι τέχνης φίλοι. | |
κροτεῖτε πάντες τῆς γραφῆς τὸν ἐργάτη(ν)· | |
κοσμοῦντες αὐτον ὥσπερ ἄνθεσιν λόγοις· | |
ὡς οἷα κοινὸν τῶν βροτῶν εὐεργέτην- |
Type(s) | [3569] Ἱππόκρατες σκίρτησον, εὐφραίνου μέγα (24 verses) |
Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
Text status | Text completely known |
Date | 10th c. |
Manuscript | FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 74, Cod. 7 [10th c.] |
Place in Manuscript | f. 8v -- (alt.) f. 9v |
Person(s) |
|
Palaeographical information | Written in ogival majuscule. |
Contextual information | This is the last in a series of three book epigrams which precede Hippocrates' works. |
Metre(s) | Dodecasyllable |
Genre(s) | Patron-related epigram |
Subject(s) | |
Image source(s) | http://teca.bmlonline.it/ImageViewer/servlet/ImageViewer?idr=TECA0001111865&keyworks=plut.74.07#page/26/mode/1up |
Bibliography | |
Number of verses | 24 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/19490 |
Last modified: 2021-05-19.