Occurrence 18475
(formerly occ/1818)
Ἡ βίβλος ἥδε τῶν θεοφράστων λόγων | |
κιρνᾶ κρατῆρα τοῖς βροτοῖς θείων λόγων | |
τυφλοὺς σοφίζει καὶ χαρίζεται βλέπειν | |
κόραις νοητῶν ὀμμάτων τῆς καρδίας | |
χωλοὺς ἐγείρει, καὶ δρόμον σωτηρίας | |
τρέχειν διδάσκει καὶ καταλύειν ἄνω | |
οὗ δεῖ μάλιστα προστρέχειν ἐχεφρόνως. | |
Ἐπεὶ δὲ ταῦτα προξενεῖ τοῖς ἐν βίω | |
ποιθώμεθα πρὶν ἡκέναι πικρὸν τέλος | |
χωρίζον ἡμᾶς κοσμικῆς συναυλίας | |
εἰς πῦρ πρόπεμπον, ὢ μεγίστης ζημίας | |
ψυχῆ[ς] γὰρ οἴμοι ζημιούμεθα, φίλοι. |
Last modified: 2013-11-29.